τῶν ἐπαίνων ἤδη ταῦτα χρὴ δοκεῖν ἀκούειν τῶν κρειττόνων, καὶ οὕτως ἔχοντας τῆς ἀληθείας ἂν μᾶλλον τυγχάνειν νομίζειν κἀκείνῳ ποιεῖν κεχαρισμένα. καλὸν δὲ καὶ ἐν σκολίοις ὥστε Ἁρμόδιον ᾁδειν οὔ τί που τέθνηκας λέγοντας, ἀλλʼ εἴπερ τις ἄλλος ἐν μέσοις ἀναστρέφει τοῖς εἰδόσι καὶ πολίταις καὶ ξένοις. ὦ βιοὺς μὲν ὡς ἐν ἱεροῖς καὶ τελευτήσας κρεῖττον ἢ κατʼ ἄνθρωπον. ὦ κόσμος καὶ φίλοις καὶ γένει καὶ πόλει, ὦ πρῶτα τῆς καθʼ ἡλικίαν ἀρετῆς ἔχων. τάδε σοι τὰ παρʼ ἡμῶν, τὰ δὲ λοιπὰ μελήσει τῇ πόλει κοινῇ.