πορείας ἣν ἐστείλατο, ἀλλʼ εἴπερ τις ἄλλος ἔχει καλῶς γε δὴ τὰ ἀνθρώπεια. οὐ γὰρ Κωκυτὸς οὐδὲ Ἀχέρων τοῦτόν γε εἰλήφασιν, οὐδὲ θήκη κρύψει παραλαβοῦσα, ἀλλʼ εὐκλεὴς καὶ ἀγήρως ἤδη τὸν λοιπὸν ἅπαντα χρόνον περίεισιν ἥρως, Κυζίκου πάρεδρος, τιμηθεὶς ὑπὸ Ἀπόλλωνος πατρῴου κατὰ ταῦτα Ἀμύκλᾳ καὶ Ναρκίσσῳ καὶ Ὑακίνθῳ καὶ εἰ δή τις ἄλλος ἐπὶ εἴδει καλῷ κρείττονα ἢ κατʼ ἄνθρωπον ἀρετὴν ἐκτήσατο. ἑτέραις οὖν ἤδη τιμαῖς αὐτὸν τιμητέον καὶ ἑτέρως παραπεμπτέον, ὡς κρείττω δακρύων ὄντα καὶ τὴν ἀποικίαν οὐκ ἄνευ θείας μοίρας πεποιημένον. πάντως δὲ ἡ μὲν τελευτὴ κοινὸς ἅπασιν ὅρος πρόκειται, τὸ δὲ τῶν καλλίστων ἑαυτὸν ἀξιώσαντα μετʼ εὐκλείας καταλῦσαι θεοῖς τε καὶ ἀνθρώποις ἄμεμπτον. τοῦτο δὲ οὐκ ἐπὶ πάντας, ἀλλʼ ὀλίγοις δή τισι τῶν πάντων ἀπεδόθη. βίος δὲ πᾶς ἀνθρώπου βραχὺς καὶ οὐ πολλοῦ τινος ἄξιος εἰς ἀριθμοῦ λόγον, ἀλλʼ ἐάν τε Ἀργανθώνιον ἐάν τε Τιθωνὸν λέγῃ τις ἐάν τε τὸν τὰς τρεῖς γενεὰς διαρκέσαντα Νέστορα τὸν Πύλιον, πάντας τούτους τοὺς χρόνους συνθεὶς εὑρήσεις ἔλαττον μέρος ὄντας τοῦ παντὸς αἰῶνος ἢ ὅσον εἰπεῖν. οὐ δεῖ δὴ φιλοψυχεῖν οὐδὲ τὴν εὐδαιμονίαν τούτῳ μετρεῖν, εἴ τις ὡς πλεῖστα ἔσχε πράγματα, οὐδʼ εἴ τις τοῦ μακροῦ γήρως ἀπέλαυσεν, οἷα δὴ ἀπολαύειν εἰώθασιν ἄνθρωποι, ἀλλʼ ἡγεῖσθαι τούτῳ κάλλιστʼ ἔχειν ὅστις τὴν δοθεῖσαν ἑαυτῷ τοῦ βίου μοῖραν ἐν τοῖς καλλίστοις ἐξέπλησε καὶ ὅστις ὥσπερ ποιητὴς ποθούντων ἀκούειν ἔτι καὶ ὁρᾶν κατέλυσε τὸ δρᾶμα. ὁδὶ δὲ εὐδαίμων τε καὶ ζηλωτὸς ἅπασι καὶ νεωτέροις καὶ πρεσβύταις πορεύεται, τοσαῦτα ἀπολαύσας τοῦ βίου, ἐφʼ οἷς μόνοις εὐκτὸν ἦν γεννᾶσθαι, ἀπαθὴς κακῶν, ἄπειρος πραγμάτων, εὐκλεὴς, ἐν λόγοις καὶ μαθήμασι καὶ ἐπαίνοις τραφεὶς, ἀπὸ τῆς φίλης καὶ ὁμοσκήνου μητρὸς, στειλάμενος παρὰ τὴν ἀρχαίαν μητέρα. εἰ δέ τῳ μὴ ἱκανῶς δοκεῖ τῆς δόξης ἀπολαῦσαι, ἀναπληροῦν χρὴ νῦν ἐπικοσμοῦντας ὡς ἥρωα. ἀπόντων δὲ ἐν ἀσφαλεῖ