Ὁμηρικὸν τὸ οὐκ ἀγαθὸν πολυκοιρανίη, καὶ τοὺς διδασκάλους τοὺς πολλοὺς εἰς ἀμαθίαν μᾶλλον φέρειν, προείλετο μὲν διδάσκαλον ἐξ ἁπάντων ὅντινα δὴ καὶ προείλετο, οὐ γὰρ ἔμοιγε εὐπρεπέστατόν ἐστι λέγειν, τούτῳ δʼ οὕτως προσέκειτο ὥστε ἅπαντα πράττων ὅσα τὸν φιλομαθέστατον καὶ φιλοστοργότατον προσῆκεν οὐδεπώποτε ἔδοξεν ἑαυτῷ τῆς ἀξίας ἐγγὺς εἶναι. καὶ συνὼν μέν γε οὕτως ἔχαιρεν ὡς μόνον τοῦτον βιώσιμον ὄντα αὑτῷ τοῦ βίου τὸν χρόνον· εἰ δέ τι κωλύσειεν, ἠνιᾶτο μὲν, ᾐτιᾶτο δʼ οὐδεπώποτε. ἀκροώμενος τοίνυν οὕτως σφόδρα τῶν λόγων ἦν ὥστʼ οὐκ ἐσχόλαζεν ἐπαινεῖν, ἀλλʼ ὥσπερ οἱ διψῶντες σιωπῇ πίνουσιν, οὕτως ἐκείνῳ ἤρκει δέχεσθαι τὰ λεγόμενα, τῷ σχήματι καὶ τῷ νεύματι καὶ τῇ φαιδρότητι τὴν χαρὰν ἐμφανίζοντι, ἣν ἐπὶ τοῖς λόγοις εἶχεν. ἀεὶ δʼ ἂν εὗρες αὐτὸν ἢ βιβλίον μεταχειριζόμενον, ἢ λόγους ποιοῦντα, ἢ τὴν μητέρα εὐφραίνοντα οἷς διηγεῖτο, ἢ οἷς ἐπεδείκνυτο, πάντως δʼ ἐν τούτῳ τῷ σχήματι πᾶν πράττοντα ὃ καὶ γραφῇ μιμήσασθαι κάλλιστον ἦν. ἃ δὲ τοῖς ἐνταῦθα ἥκουσιν ἡλικίας ἐφʼ ἡμέρᾳ καὶ νυκτὶ ἑκάστῃ παίζεται, ταῦτʼ ἐκείνῳ καθάπερ μῦθοί τινες ἦσαν. ἀλλὰ γυναικῶν μὲν μία σύσσιτος ἦν ἡ μήτηρ, παίδων δὲ εἷς ἀδελφὸς, φίλοι δὲ οἱ ταὐτὰ προῃρημένοι καὶ κατὰ τοὺς αὐτοὺς συνιόντες λόγους· ὁ δʼ ἔπρεπε καὶ διὰ πάντων. ἄγαλμα δʼ ἄν τις ἔφησε τῆς Αἰδοῦς αὐτὸν εἶναι, ᾧ γε τὰ μὲν πολλὰ σιωπᾶν ἐξήρκει, εἰ δέ τι φθέγγοιτο, ἔδει φλέγεσθαι. οὔκουν ἄλλως γʼ ἂν ἤκουσας αὐτοῦ φωνὴν, ἀλλὰ χρῆν ἢ ἐρυθριάσαντα εἰπεῖν, ἢ εἰπόντα ἐρυθριᾶν· οὕτως ἀθέατος καὶ ἀνήκοος καὶ ἄπειρος ἁπάντων τῶν αἰσχίστων διεβίω. λόγους δὲ καὶ παιδείαν εἶδε μόνα, ὃς καὶ τελευτῶν εἰς ταῦτα ἐτελεύτησεν, πανηγυρικὸν καὶ μελέτας βοῶν. ὦ πάντα σὺ κάλλιστε παίδων, ὦ τῆς μὲν