<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg010.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg010.perseus-grc2" n="74"><p>ὅσον αὐτός τε ἐβούλετο καὶ τοῦ γένους ἡ πρόσθεν ἀπῄτει τάξις. οἷα γὰρ οἷα ταυτηνὶ τὴν μακαρίαν ἡμέραν καὶ θεοῖς κεχαρισμένην ἑτέρα μετʼ οὐ πολὺ διαδέξεται, δυοῖν ἀρχαῖν ἔτους ἑνὸς εἰς ταυτὸν συνιουσῶν· ἥ τε γὰρ παροῦσά σοι τῆς γενέσεως ἀρχὴ μέγιστον ἀγαθὸν ἐπάγουσα τὸν ἐνιαυτὸν ἐξ ἀρχῆς εἰς τέλος, ἥ τε αὐτίκα διαδεξομένη ταύτην ἑτέρα πάλιν ἀρχὴ, καὶ ταῦθʼ ἑνὸς ὄντος ἔτους καὶ ταὐτοῦ, καθέστηκε, τὸ πατρῷόν σοι προγονικὸν ἐπὶ χρηστῇ τύχῃ τροφεῖον ἀποδιδοῦσα. καί μοι δοκεῖ προλαβὼν ὁ θεὸς τὴν ἐπὶ παίδων νενομισμένην τιμὴν ἐπὶ τοῖς <pb xml:id="v.1.p.124"/> τῶν ἱερῶν Ἀσκληπείων ἄθλοις ἀποδοῦναί σοι πατρόθεν, ὡς πολλάκις εἴρηται, καὶ τῶν ἄνωθεν πρὸς τοῦ πατρὸς εἰς σὲ καθηκουσῶν, ὥσθʼ ἅμα τε πεπληρωκέναι πᾶν ὅσον ἦν θέμις καὶ μεταβαίνοντα λοιπὸν ἐκ παίδων εἰς ἄνδρας, ᾗπερ οὖν ὁ βασίλειος τάττει νόμος, ἀποδεδόσθαι λοιπὸν ἤδη ταῖς ἐκ τοῦ βασιλέως εἰς σὲ τιμαῖς, ἃς τοῖς τηλικούτοις ἀνδρουμένοις ἤδη νέμει. πάντως οὐ πόρρω μαντικῆς ἡμῖν ἐστιν Ἀπόλλων, ὅσον χρησταὶ μὲν ἐλπίδες ἐκεῖναι, χρησταὶ δὲ αἱ νῦν εἰς ὀφθαλμοὺς ἡμῖν αὐτίκα ἥξουσαι. ἐγὼ μέν γε ἤδη τινὸς κουφότητος αἰσθάνεσθαί μοι δοκῶ, καθάπερ Διομήδης Ὁμήρῳ πεποίηται πρὸς τῆς Ἀθηνᾶς ἐλαφρός τε ὁμοῦ τὰ μέλη καὶ καθαρὸς τὰς ὄψεις, καὶ κατέχειν ἐμαυτὸν ὑπʼ εὐφροσύνης οὐκ ἔχω. καλοὶ μὲν γὰρ καὶ κοσμεῖν ἴσως ἁρμόττοντες καὶ οἱ παρελθόντες ἤδη σοι τῆς γενέσεως ἐνιαυτοὶ δηλοῦν ἅπαντα τὰ σοὶ προσόντα, πολὺ δέ μοι δοκεῖ καλλίων ἐκείνων ὅδε ὁ νυνὶ παρὼν <pb xml:id="v.1.p.125"/> εἶναι, μόνον τῶν μετʼ αὐτὸν ἡττησόμενος, τὰ δʼ ἄλλα τοὺς ἐξήκοντας ἤδη νικῶν· ἐν ᾧ σε προσβλέψομεν οἰκεῖοί τε καὶ συγγενεῖς καὶ διδάσκαλοι καὶ ἡλικιῶται καὶ πᾶν φίλιον γένος ἡδίω προσβάλλοντα τὴν ὄψιν ἀπὸ τῆς ἁλουργίδος τῆς ἱερᾶς τοῦ σωτῆρος, πρέποντά τε τῇ ὥρᾳ τοῦ ἔτους τὴν τῆς ἡλικίας ὥραν ἀτεχνῶς ἀστέρι ὀπωρινῷ</p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg010.perseus-grc2" n="75"><p>ἐναλίγκιον καὶ κατʼ ἐκεῖνον τὴν αἴγλην ἀφιέντα· ἁρμόττων τε ἀγωνοθέτης οὑτοσὶ τῷ προελομένῳ. σὰ ταῦτα, ὦ δέσποτα, οὕτω γὰρ ἄμεινον εἰς ἀρχὴν ἀναγαγεῖν τὸν λόγον ἐπευξάμενον αὖθις, σὰ ταῦτα. φέρʼ οὖν αὐτὸς ἡμῖν τοὺς οἴακας ἑλὼν, ὥσπερ οὖν ἤδη κατέχεις, ἔκσωζε τὸν οἶκον, διδοὺς μὲν ἐκ τοῦ μεγάλου βασιλέως τούτῳ τιμὰς ἅσπερ οἱ τούτου πρόγονοι παρὰ τῶν ἐκείνου προγόνων ἐκαρποῦντο, διδοὺς δὲ αὐτῷ βασιλεῖ καὶ γένει τῷ βασιλέως τὸν αἰῶνα πάντα διοικεῖν ὥσπερ οὖν ἔλαχεν ἐκ Διὸς, τούτῳ τε τὸ πεπρωμένον ἐν εὐδαιμονίᾳ διάγειν παρασχὼν χρόνον παισὶν ἐκ παίδων τὴν διαδοχὴν τοῦ γένους τῇ τε πόλει καὶ σεαυτῷ διαφύλαττε.</p></div></div></body></text></TEI>