αἳ δὴ προείρηνται, ἀλλὰ καὶ τοῖς ἐπανθοῦσιν αὐτῷ κατὰ ταυτηνὶ τὴν ἡλικίαν συμβαλεῖν καὶ μάλʼ ἐναργῶς, κἀκ τῶν εἰς ψυχὴν κἀκ τῶν εἰς σῶμα φερόντων οὑτωσὶ διελόμενον. τὸ μέν γε τῆς ψυχῆς πρᾶον φθάνει τὴν ἀκμὴν τῆς ἡλικίας σπεῦδον εἰς τὸ γῆρας, οὐ μὴν κεκμηκυῖα προσέοικεν ἡ πραότης, οἵαν ἐνειργάσαντο πολλοῖς αἱ κατὰ τὸν βίον ἀνάγκαι, συνηβᾷ δὲ ἀνακεκραμένη πρέποντι φρονήματι. θεωρείτω δʼ ἀπὸ τῆς βολῆς τῶν ὀμμάτων, εἴ τις ἀπολέλειπται τοῦ μαθεῖν ἔργῳ τὸ λεγόμενον· οὔτε γὰρ ἐπανεστᾶσιν ἀτενεῖς οὔτε ὕπνῳ δή τινι καθῃρημένοις ἐοίκασιν ὑπὸ ταπεινότητος, ἀλλʼ ἡσυχῆ σεμνότης ἥμερος ἐνείρει τὸ βλέμμα. χάρις τοίνυν, ἡ παισὶν ἐκ θεῶν δῶρον προτεθεῖσα καθάπερ ἔκ τινος ὁμολογίας, οὔ τί που γυμνὴ κατὰ τοὺς ζωγράφους, ἀλλʼ αἰδῶ πολλὴν ἐπαμφιασαμένη πᾶσι τοῖς μέρεσιν ἐντέτηκεν. οὐκοῦν οὔτε ἐμειδίασεν ἄλλος σὺν Ἀφροδίτῃ τοσαύτῃ οὔτε μὴν ἔστησεν ἐρυθήματι κινούμενον ἤδη τὸν γέλωτα. οὐ τοίνυν οὔτε τὸ θυμοειδὲς αὐτὸν ἐπιλέλοιπεν, ᾧ τεκμήραιτʼ ἄν τις τὴν ἀρρένων φύσιν, οὐδέ γε εἰς ἀγρίαν καὶ θηριώδη ταύτην ἐρεθιζόμενον ἐπεξῆκται· δείγματα δʼ ἀμφοῖν τούτων αὐτὸς παρέσχηται, νῦν μὲν τῷ προσώπῳ τὴν κίνησιν τῆς ψυχῆς ἐπίδηλος ὢν, νῦν δὲ ἀτρέμα πείθων αὐτὴν ἡσυχάσαι καὶ γαλήνην ἱστάς. πειθὼ δʼ ἐν ταῖς σπουδαῖς καὶ παιδιαῖς τίς ἂν ἀπὸ τῶν τούτου χειλῶν ἀναστήσειεν οὐ φθεγξαμένου μόνον, ἀλλὰ καὶ σιωπῶντος; οὔτε γὰρ εἰπὼν ἄν τις ἐντρέψειεν οὕτως ὡς οὗτος ὃ βούλεται τῇ σιωπῇ προδείξας οὔτʼ ἂν ὁ Νέστωρ ἔτι δόξειεν ἂν, γέρων γε ὢν ἐκεῖνος, ἐοικότα φθέγγεσθαι μέλιτι παρὰ τοῦτον ἐξετασθείς. συνελόντι δʼ οὔποτε σπουδάζει δίχα φαιδρότητος, ἀλλὰ πᾶν, κἂν ᾖ χαλεπὸν, οὐκ ἔστιν ἑορτῆς ἄνευ πραχθῆναι, τό τε ἐν τῷ μέρει τερπνὸν αὐτῷ σπουδῆς οὐκ ἀπήλλακται. εἰ δὲ ὀρθῶς ἡμῖν ὁ τοῦ Πλάτωνος ἐπικελεύει λόγος, χρὴ δὲ οἴεσθαι τοῦθʼ οὕτως ἔχειν, ὥστε ἐν ταῖς παιδιαῖς τῶν μαθημάτων ὅσα ἀναγκαῖα προμεμαθηκέναι προμανθάνειν, οἷον τέκτονα μετρεῖν ἢ σταθμᾶσθαι, καὶ πολεμικὸν ἱππεύειν παίζοντα, ἤ τι τῶν τοιούτων ἄλλο ποιοῦντα, καὶ πειρᾶσθαι διὰ τῶν παιδιῶν ἐκεῖσε τρέπειν τὰς ἡδονὰς καὶ ἐπιθυμίας τῶν παίδων οἷ ἀφικομένους δεῖ τέλος ἔχειν, τοῦτʼ εἰ δεῖ φῆσαι καλῶς ἔχειν τῷ Πλάτωνι, καὶ γάρ πως ἔτυχον αὐτῶν ἀπομνημονεύσας, οὔτʼ ἀφελὼν οὐδὲν οὔτε προσθεὶς, τίς ἂν ἡμῖν ἐκ τῆς ἄλλης τῶν παίδων συμμορίας τούτῳ παράλληλος, ᾧ γε ἵππων μὲν ἅμιλλαι καὶ κυνῶν ἀσκήσεις ἀφεῖνται, τοσούτου δεῖ τι τῶν χειρόνων νοσεῖν ἢ κατὰ ταῦτα ἐν οἷς ὅ τε νῦν βίος ἐστὶν αὐτῷ καὶ ὁ λοιπὸς μέλλει γενήσεσθαι· λέγω δʼ ἀγῶνες παίδων οἱ κατὰ τὰς παλαίστρας καὶ λόγων ἅμιλλαι· προϊὼν δʼ ἤδη τῇ παιδιᾷ μαντεύεται τὸ μέλλον ἀτεχνῶς τὴν ἑαυτοῦ τύχην γυμνάζων, καὶ δικαστὴς ἤδη κάθηται, πάντως δʼ οὐκ ἠγνόηκεν ἡ φύσις τὴν διὰ τῆς παιδιᾶς ὁδὸν ἐπὶ τὴν ἀληθῆ τύχην. καὶ τούτῳ γε οὐκ ἄν τις ἐπιτιμήσειεν ὡς ἀδίκως δικάσαντι, καθάπερ τῷ Κύρῳ φασὶ τὸν διδάσκαλον τῆς δικαιοσύνης, ἐπεὶ καὶ Κύρου τὴν δικαστικήν ἐστι σοφώτερος, παρʼ οὐδενὸς αὐτὴν ἐκμαθών. τοιοῦτόν ἐστι καθαρὰ φύσις, ἐξ ἀκηράτου γε τοῦ κηροῦ πλασθεῖσα κατὰ τὸν Πλάτωνα, μέσην ὑγροῦ τε καὶ μαλθακοῦ καὶ τοῦ σκληροῦ καὶ λιθώδους τὴν πλάσιν ἔχουσα. τί δʼ ἂν εἴποις ὅταν εἰς θεὸν ἡγεμόνα τοῦ παντὸς ἀναφέρῃ καὶ θεὸν, ᾧ μέλειν ἐκ προγόνων αὐτῶν ἐδόθη πρέπων γε πατέρων ἀγαθῶν ἀγαθὸς διάδοχος ἔκγονός τε καὶ παῖς καὶ πᾶν ὅσον προσειπεῖν ἔξεστιν. ὦ τρὶς ἐκεῖνοι καὶ πολλάκις εὐδαίμονες, οἳ τὴν μόνην τῷ γένει τῷ τῶν ἀνθρώπων ἀποδοθεῖσαν ἀθανασίαν ἐν σοὶ καρπούμενοι, καὶ μετὰ τῆς μνήμης τῆς ἑαυτῶν κλῆρόν σοι μεγαλοπρεπέστερον τῶν ὑπό τε γῆν καὶ περὶ γῆν θησαυρῶν καταλιπόντες τὴν ἑαυτῶν δόξαν, ἧς ἐπιβιβάζει σε τὰ νῦν ἀσφαλῶς θεὸς αὐτὸς ἐπιστὰς αὐτὸν αἰτήσας