<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg010.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg010.perseus-grc2" n="70"><p>χρόνου κεκμηκυῖαν αὐτὸ τοῦτο ὅπερ ἐστὶν ἐποίησεν, ὥστʼ εἶναι λοιπὸν τὰ μὲν ἄλλα γένη τῆς πόλεως φάσκειν, τοῦδε δὲ τοῦ γένους τὴν πόλιν, καίτοι τοῦτό γε οὐκ ἐμὸς ὁ <pb xml:id="v.1.p.117"/>λόγος, ἀλλʼ ἡ πόλις αὐτὴ συνομολογεῖ καὶ κέκραγεν ἐν τοῖς βουλευτηρίοις, ἐν τοῖς θεάτροις, ἐν ταῖς ἐκκλησίαις, ἐν ᾧ μέρει καὶ φήσαις, ἐπεὶ καὶ πᾶν ὑπʼ ἐκείνου κεκόσμηται.</p><p rend="align(indent)">τούτων δὲ οὕτως ἐχόντων, ὅσα μὲν ἔκγονοί τε καὶ παῖδες ἐκείνου καὶ παίδων παῖδες, τοῦτο δὴ τὸ ποιητικὸν, τὴν Ῥωμαίων ἑλόμενοι πολιτείαν λαμπροὶ λαμπρῶς διῆλθον ὀρθῶς ἄν μοι δοκῶ ποιῆσαι παραλιπών. μικρῶν μέν γε ὄντων ἐμέμνητʼ ἄν τις ἀεὶ τὸ προστυχὸν τῷ λόγῳ σεμνύνων, μεγάλων δʼ ὄντων, οὐ μὲν οὖν ἐχόντων ὑπερβολὴν ὥστʼ ἔργον εἶναι μέρους μνησθέντα διελθεῖν ἀξίως <pb xml:id="v.1.p.118"/> μὴ σύν τινι λαμπρᾷ τύχῃ τοῦ λόγου, τί ἄν τις τά γʼ ἐν χερσὶν ἐγκαταλιπὼν, ἃ μηδʼ αὐτὰ μικρὰ, εἰ μὴ καὶ μείζω τῶν ἀρχαίων ἐκείνων ὄντα, εὐχῆς προσδεῖται, περὶ τοῦ παντὸς ἔτι πρὸς τοῖς προκειμένοις ἀποκινδυνεύοι; κράτιστον δʼ ἂν εἴη τοὺς διὰ μέσου προγόνους τοῦ πάντʼ ἀρίστου παιδὸς ἀφέντα τῶν γʼ ἐν ὀφθαλμοῖς τρόπον τινὰ ὄντων μνησθῆναι βραχέα, καὶ τούτων ὅσα γε πρὸς τὸν παρόντα τείνει λόγον. ὑποβάλλει δʼ αὐτὸ τοὔνομα τοῦ παιδὸς, ὥστʼ οἴκοθεν οἴκαδε γένους τε ὁμοίως καὶ λόγου τὴν ἀρχὴν δίδωσι. γενναῖος μὲν δὴ καὶ καλὸς κἀγαθὸς καὶ πᾶσαν μετελθὼν ἀρετὴν, ὅσην ἀνθρώπων ἡ φύσις ἠξίωσε τῶν ὀνομάτων τούτων, εἶτα γενόμενος πατὴρ τοῦδε τοῦ παιδὸς ὁ Φρόντων, περὶ οὗ τί ἂν λέγοιμεν, προληψομένων ἅ τις ἂν εἴποι τῶν ἀκροωμένων, ἅτʼ οἶμαι μὴ πάλαι μεταστάντος τἀνδρὸς εἰς τὴν καλλίω τε καὶ θεοφιλεστέραν λῆξιν, πλὴν εἴ τις Ὁμηρικῶς βραχείᾳ προσρήσει τὸ πᾶν δηλώσειεν εἰπὼν <quote rend="blockquote">αἵματος εἶς ἀγαθοῖο φίλον τέκος.</quote> ἀλλʼ ὁ τοῦ πατρὸς αὐτῷ πατὴρ, τούτῳ δὲ ὁμώνυμος Ἀπελλᾶς ἐκεῖνος, ἀρχὴν γὰρ οἶμαι ταύτην μικρῷ πρόσθεν</p></div><pb xml:id="v.1.p.119"/><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg010.perseus-grc2" n="71"><p>ὁ λόγος ἐνεδίδου, ποῖός τις ἡμῖν; τῶν μὲν ἄλλων οὐδὲν εἴποιμʼ ἂν τῶν ᾀδομένων εἰς μέσον, οὐκ ἀνδρείαν, οὐ μεγαλοψυχίαν, οὐχ ὅσων ἐθνῶν ἐπῆρξεν, οὐδʼ ὅσας τιμὰς ἐκ βασιλέων ἐκαρπώσατο, τούτων οὐδέν· ταῦτα μὲν γὰρ εὔξασθαι δεῖ ποτʼ εἰπεῖν περὶ τοῦδε τοῦ νῦν ὄντος ἡμῖν, καὶ χρηστάς γʼ ἔχειν ἐλπίδας ὡς πατρὸς ἀμείνων οὐ μόνον οὗτός γε, ἀλλὰ καὶ πάππου, προσθήσω δʼ ὅτι καὶ τῶν λοιπῶν προγόνων καθεστήξει, δοκοῦν τοῖς τε ἄλλοις θεοῖς καὶ τῷ Παιῶνι. ἀλλʼ ὃ κοινὸν ἤδη θεωρῶ τούτῳ τε κἀκείνῳ καθάπερ τοὔνομα, τούτου μοι μνησθῆναι δοκῶ τὰ νῦν ἐν καιρῷ, καὶ μάλʼ ἀρχόμενος τοῦ λόγου τὸ πρόσω περαίνειν, ὑπερβῆναί θʼ ὑπὸ περιττῆς ἡδονῆς οὐκ ἔχων. ἀτὰρ, ὦ δέσποτʼ Ἀσκληπιὲ, μικρῷ μέν σε πρόσθεν ἐπὶ ταῖς εὐχαῖς ἐκάλουν, παρείης δʼ ἐπὶ παντὶ, καὶ μάλιστʼ ἐπὶ τοῖς νυνὶ λεγομένοις. ὦ δέσποτα, σὸν ἦν ἔργον ἄρα καὶ τοῦτο καὶ τῆς σῆς χάριτος σόφισμα. πρότερον μὲν γὰρ τὸν Ἀπελλᾶν ἐκεῖνον οὕτω σφόδρʼ ἐποιήσω φίλον ὥστʼ οὔτʼ ἀναπαυομένου σύ γε καὶ καθεύδοντος ἠμέλεις οὔτʼ ἐγρηγορότος καὶ πονοῦντος ἀφίστασο, ἀλλʼ ἡμέρα τε καὶ νὺξ ἐποίει ταυτὸν πάντα τρόπον ἐκ μέσου φασὶ πυρὸς τὸν ἄνδρα σώζειν· τίνα δʼ οὐκ ἂν οὗτός γε καὶ ἐκ πυρὸς αἰθομένοιο βουληθεὶς ἀναρπάσειεν, ὅπου γε καὶ πυρὶ <pb xml:id="v.1.p.120"/>σώσειεν ἂν, εἰ τοῦτο βούλοιτο; νυνὶ δʼ, ὡς ἔοικεν, ἡμῖν ἕτερον ἀντʼ αὐτοῦ τὸν θεράποντα σεαυτῷ τρέφεις, ὥσθʼ ὁμοῦ τοὔνομα τοῦ πάππου καὶ τὴν ἐκ σοῦ τιμὴν αὐτὸν διαδέχεσθαι. καίτοι δοκῶ σέ τʼ ἂν φιλονεικῆσαι τῷ πατρὶ τῷ σῷ κἀμαυτὸν Ὁμήρῳ κατὰ τοῦτο· σοί τε γὰρ ἄμεινον τῷ παντὶ τοῦ Δηλίου παρὰ τοῖς βωμοῖς βλαστάνει τὸ φυτὸν, ἐμοί τʼ ἔξεστιν αὐτὸ φῆσαι σόν γʼ εἶναι φυτὸν, ἀλλʼ οὐχ ἑτέρῳ καθάπερ ἐκεῖνος ἀπεικάσαι. πῶς δʼ οὐχὶ τοῦ σωτῆρος αὐτοῦ τὸ πρέμνον, καὶ μάλʼ ἐν ἀκηράτοις Χαρίτων κήποις, ἐξ οὗ τῆς μακαρίας προῆλθε γαστρὸς ἐκτρεφόμενον· ἔξεστι δʼ οὐ μόνον αὐτὸ ταῖς ῥίζαις τοῦ γένους, </p></div></div></body></text></TEI>