<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg010.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg010.perseus-grc2" n="68"><p>ὅσα μὲν δὴ θεοῖς γενεθλίοις τε καὶ πατρῴοις καὶ πρό γε τούτων καὶ μετὰ τούτους τῷ σωτῆρι καὶ τοῦ βίου καθηγεμόνι καὶ πᾶν ὅ τι ἂν εἴποι τις εἰκότα ἦν ἀφʼ ἑστίας <pb xml:id="v.1.p.114"/> ἀρξάμενα κατηῦκται πρεπόντως· οἷς δʼ ἄν τις ἀγήλαι τήνδε τὴν ἡμέραν πρεσβεύων γε δὴ τὸν νόμον, ὃς ἐπὶ τούτοις νενίκηκεν, ἐκπληροῦται τὰ νῦν εἰς δύναμιν, πάντων πᾶσαν προθυμίαν εἰσφερομένων. ὥστʼ οὐ μικρῷ τῷ παρεῖναι τεκμήρασθαι πρὸς εὐθυμίας ὁπόσον οὐκ ἰδίᾳ μόνον, ἀλλὰ καὶ δημοσίᾳ τὸ σχῆμα τῆς πόλεως ἐπιδέδωκεν, ὥσπερ αἴσθησιν ἀθρόαν νῦν γε δὴ μάλιστα λαβούσης, ὅσῳ παραλλάττει τὰς λοιπὰς εὐδαιμονίᾳ, καθάπερ πᾶσιν οἷς ἐκρίθη πρωτεύειν δικαίοις καὶ τὴν τοῦδε γένεσιν ἔχουσα προσθεῖναι. μάλιστα μὲν γὰρ κἀκείνων ἑκάστη, λέγω δʼ ὧν τις καὶ λόγος ἐστὶ καὶ μέγα τοὔνομα, οὐκ ἀπέχονται μὴ οὐ πολίτην τιθέναι καὶ τῷ προσρήματι τούτῳ καλεῖν, ὅπου γε καὶ προστάτην ἀτεχνῶς ὥσπερ τινὲς μητέρες ἀντιποιούμεναι παιδὸς, οἷον δὴ πάρεστιν ὁρᾶν τοῦτον, τὸ μὲν εἶναι μητρὶ διδοῦσαι τῇ φύσει λαχούσῃ, τὸ κεκλῆσθαι δὲ αὐτὰς οὐκ ἀφαιρούμεναι. ὅσῳ δʼ ἐκείνας ἥδʼ ἡ πόλις θεᾶται τῇ γνώμῃ τὴν φύσιν παρελθεῖν βιαζομένας, διπλασιάζει τὸ φίλτρον. ὥστʼ ἀγαθὴν μὲν τὴν ἔριν ταύτην μόνην μάλιστα καθʼ Ἡσίοδον προσειπεῖν ἐξεῖναι, νικᾶν δὲ ἀναμφισβητήτως ταύτην, ἐφʼ ἧς αἵ τε θυσίαι γίγνονται νῦν καὶ οἱ λόγοι· ἐπεὶ καὶ τοὺς λόγους ἥδε σοι δίδωσιν, ὦ φίλτατε παίδων, οὐ τουτουσὶ μόνον, ἀλλὰ καὶ τοὺς <pb xml:id="v.1.p.115"/> ἐπὶ τῆς ἡμέρας ἑκάστης. ἐμὲ μέν γε σώσας θεὸς ἐκ τῶν ἐσχάτων τῇ πόλει δέδωκε· σὺ δʼ ὅτου τυγχάνεις ἐξ ἐμοῦ, παρὰ τῆς λαβούσης διδούσης ἔχεις· ὥσθʼ ὁμοῦ σοι καὶ μητέρα τὴν πόλιν ἐξεῖναι καλεῖν καὶ φάσκειν ἐπὶ τῆς</p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg010.perseus-grc2" n="69"><p>αὐτῆς γνησίως τετράφθαι. τοῦτο δʼ οὐ μικρόν ἐστιν εἰς τὸν τοῦ καλοῦ λόγον οἶμαι σοί τε καὶ ταύτῃ· σοὶ μέν γε, εἰ μὴ τὴν πατρίδα ἀτιμάσας ὡς οὐκ ἂν γενναίᾳ ψυχῇ πρὸς ἄσκησιν ἀρετῆς καὶ παιδείαν ἀρκέσουσαν ξένην εἵλου θεραπεύειν ἑστίαν, τῇ δʼ ὑπάρχει φιλοτιμεῖσθαι δήπουθεν οὐδενὸς ἧττον, ὅτι σὲ μὴ μόνον ἐνεγκεῖν ηὐτύχησεν, ἀλλὰ καὶ προϊόντα ἤδη τὴν ἡλικίαν παρʼ αὑτῇ κατέσχεν, ἔτι καὶ τῇ περὶ λόγους καὶ σοφίαν σπουδῇ μετὰ τῶν ἄλλων ὧν ἔχει καλῶν σὺν ἐκείναις ἢ πρό γʼ ἐκείνων νικᾶν κριθεῖσα. ταῦτά τοι καὶ τῶν ἄθλων τῶν ἐπὶ τούτοις τῶν μὲν ἐγγύς ἐστι τοῦ τυχεῖν ἐλπίσι χρησταῖς, τὰ δʼ ἤδη κεκάρπωται παρὰ τοῦ σοῦ γένους· ἐπεὶ καὶ τοῦτʼ οὐ μικρόν ἐστιν, οἶμαι, πρὸς ἀλλήλους ὑμῖν, τὸ μὴ σὲ φῦναι μόνον αὐτὸν ἐπὶ ταυτησὶ τῆς πόλεως λέγω, προγόνους δʼ ἀλλαχόθεν ἀριθμεῖν ἔχειν, ἀλλʼ ἄνωθεν ἀρξαμένην διαδοχὴν, ὅθεν οὐδʼ εὑρεῖν ἦν ἂν διὰ χρόνου μῆκος, εἰ μὴ προέκειτο ἡ λαμπρότης, μέχρι σοῦ προχωρῆσαι, διὰ σοῦ πλήρη <pb xml:id="v.1.p.116"/> τὸν αἰῶνα τὸν ἑξῆς ἀναμένουσαν. ἀπὸ γάρ τοι Κοδράτου, δῆλον δʼ ἐστὶν, οἶμαι, καὶ φθεγξαμένου πᾶσιν ὁμοίως τοὔνομα, ἔξεστιν ἀριθμῷ κατιόντι τὸ γένος εἰς τοῦτον ὁρᾶν ἅπαν καθαρόν τε καὶ γνήσιον τῆσδε τῆς γῆς βλάστημα, ποιητὴς ἂν εἴποι, καὶ μάλʼ ἐπανθοῦν ἑαυτῷ καὶ μᾶλλον ἀνθῆσον, ὥσπερ ἀρχόμενον ἀεὶ καὶ μηδέποτε λῆγον, ἔστʼ ἂν ἡ τρέφουσα γῆ τουτονὶ τὸν καρπὸν ἀθάνατος μένῃ. κἄμοιγε κἀκεῖνο ἔπεισι θεωρεῖν πλεονέκτημα τοῦ γένους, ἀρτίως γάρ με εἰσῆλθε, τὸ μὲν γὰρ γνησίους πολίτας τοὺς ἀρχηγέτας ἔχειν εἰπεῖν κοινόν ἐστʼ ἴσως καὶ πρὸς ἑτέρους ἀγαθὸν, τὸ δʼ ἀπὸ τοῦ Κοδράτου γεγονέναι χωρὶς τῶν ἄλλων τῶν ἐκείνῳ προσόντων ἀναστρέφει πρὸς τοὺς λοιποὺς τὸ πλεονέκτημα. τοῖς μέν γε αὐτὸ τοῦτο ὑπάρχει φιλοτιμεῖσθαι τὸ πολίτας εἶναι, καὶ τοῦτʼ ἐστὶν αὐτοῖς τὸ μέγιστον, ὥσπερ οὖν ἔστιν· ὁ δʼ ὑπὸ τοῦ θεοῦ κληθεὶς ὡς ἀναληψόμενος τὴν πόλιν ὑπὸ</p></div></div></body></text></TEI>