βασιλεῖς πρός τε ἀνδρείαν καὶ φιλανθρωπίαν ἐπιεικῶς ἔχειν δόξαντες ἀκολαστότατοι περὶ τὰς ἡδονὰς καὶ τὰς ἐπιθυμίας ὄντες ἐφάνησαν, οἷον Ὅμηρος ἐγκωμιάζων τὸν τῶν Ἀχαιῶν στρατηγὸν Ἀγαμέμνονα, ἀμφότερον, φησὶ, βασιλεύς τʼ ἀγαθὸς κρατερός τʼ αἰχμητής. φαίνεται δʼ οὗτος παρʼ αὐτῷ ἡττημένος μὲν Χρυσηίδος, ἐρῶν δὲ Βρισηίδος τῆς Ἀχιλλέως, διὰ δὲ ταύτην τὴν ἐπιθυμίαν πολλῶν καὶ μεγάλων κακῶν αἴτιος τοῖς Ἀχαιοῖς γενόμενος. ὁ τοίνυν Ἀχιλλεὺς ὁ τῆς Θέτιδος καὶ τοῦ Πηλέως οὕτως ἀκόλαστος ἦν περὶ τὰς ἡδονὰς καὶ μικροπρεπὴς ὥστε ἀπελθούσης τῆς Βρισηίδος παρʼ αὐτοῦ καὶ χρόνον τινὰ ποιησάσης παρʼ Ἀγαμέμνονι παραχρῆμα μὲν οὕτως διετέθη ὥστʼ ἔκλαεν ὁρῶν ἐπὶ οἴνοπα πόντον, καλῶν τὴν μητέρα ὥσπερ παιδάριον πεπονθὸς τοῦτο ὑπὸ ὁμοίου ἑτέρου· ἐλθούσης δὲ τὴν πρόφασιν τῶν δακρύων διηγούμενος καὶ κελεύων αὐτὴν δεηθῆναι τοῦ Διὸς ὅπως ἂν Τρωσὶ σύμμαχος γενόμενος κακὰ μέγιστα ἐργάσηται τοὺς Ἕλληνας, μετὰ ταῦτα δὲ ὁρῶν πολλοὺς πίπτοντας τῶν Ἀχαιῶν ἑκάστοτε ὑπό τε τῶν Τρώων καὶ ὑφʼ Ἕκτορος, καί τινων ἑταίρων αὐτοῦ καὶ φίλων ἀποθνησκόντων, οὐκ ἐπιστρεφόμενος οὐδὲ ἐλεῶν. ἐκεῖνοι μὲν οὖν πολλὰ ἐνδεῶς ἔσχον πρὸς ἀρετὴν, ὁ δὲ ἀμφότερα βασιλεύς τʼ ἀγαθὸς κρατερός τʼ αἰχμητής. ὁ γὰρ τοσοῦτον ὑπεριδὼν τῶν ἡδονῶν ὥστε μηδεμιᾶς ἡττηθῆναι αὐτῶν, πῶς οὐχ οὗτός ἐστιν ὁ τῷ ὄντι ἀνδρεῖος καὶ σώφρων καὶ καρτερός; τείχη μὲν γὰρ ἀνάλωτα πολλάκις εἶναι δοκοῦντα καὶ φαῦλοι ὄντες εἷλον ἤδη τινὲς, ὑπὸ δὲ τῶν ἡδονῶν πολλοὺς καὶ τῶν πάνυ ἀγαθῶν ἀνδρῶν κρατουμένους ὁρῶ. βίου δὲ εὐκολίαν καὶ διαίτης εὐτέλειαν τίς οὕτως ἀνδρεῖος ὥστε ῥᾳδίως οὕτως δύνασθαι ἂν ὑπενεγκεῖν; καὶ μὴν τὰ μὲν πρὸς πολεμίους ἀνδρείοις πολλοῖς ὑπῆρξε γενέσθαι, ὑπὸ δὲ τῶν σφετέρων στρατιωτῶν αὐτοὺς ἄρχεσθαι ἢ κρατεῖν· ὁ δὲ οὕτως ῥᾳδίως ἐκράτησε καὶ κατεστήσατο ὥστε πολλῶν μὲν καὶ ἀπείρων ὄντων τῶν διδομένων αὐτοῖς, χαλεπῶν δὲ καὶ φοβερῶν εἰ μὴ τοσαῦτα λαμβάνοιεν, καὶ ἔτι πλείω τῶν διδομένων αὐτοῖς, οὐχ ὅπως ἐπηύξησε τὰς ἐπιθυμίας αὐτῶν, ἀλλʼ ὁρίσας τὸ δέον τοὺς μὲν στρατιώτας πρὸς τοὺς πόνους καὶ τὴν ἄσκησιν τῶν σωμάτων ἀμείνους ἐποίησεν, οὐκέτι τῷ λαμβάνειν αὐτοὺς ἐάσας προσέχειν, ἀλλὰ τὴν μελέτην τῶν πολεμικῶν αὐτοῖς συνήθη ποιήσας, οὐδὲ ἐν ἡδυπαθείᾳ καὶ τρυφῇ ὄντας διάγειν, ἀλλʼ ὅπως μηδένα καιρὸν ἕξουσιν ἐπιθυμίας τῆς τοιαύτης. τοῦτο ποιήσας ἐπήμυνε μὲν ταῖς τῶν ἀρχομένων ἐνδείαις, ἐπεμελήθη δὲ τῆς εὐταξίας τῶν στρατιωτῶν, τῶν δὲ χρημάτων βεβαιοτέραν ἐποίησε τὴν πρόσοδον. τούτων οὐκ ἂν γένοιτο μείζω τεκμήρια ἀνδρείας ἅμα καὶ εὐβουλίας. καὶ μὴν δεινότητος καὶ σοφίας τοῦτʼ ἄν τις τεκμήριον εἰκότως αὐτὸ ποιήσαιτο. τὸ μὲν γὰρ βιασάμενον καὶ καταναγκάσαντα στέργειν παρασκευάσαι φόβῳ καὶ οὐ γνώμης περιουσίᾳ ἔστιν οὕτως ἔχειν αὐτοὺς πεποιηκέναι, τὸ δὲ ἀπλήστως πρὸς χρήματα καὶ τὸ λαμβάνειν διακειμένους πεῖσαι μετριάζειν οὐκ ἂν, οἶμαι, ῥᾳδίως ἠδυνήθη, εἰ μὴ νοῆσαι καὶ εἰπεῖν ὑπὲρ ἅπαντας ἦν. φρονήσεως δὲ πολλὰ μὲν καὶ ἄλλα ἔργα ἐν τῇ βασιλείᾳ παρέσχηται, κάλλιστον δὲ καὶ πλείστου ἐπαίνου ἄξιον ἡ πρὸς τοὺς πολέμους εὐβουλία τε καὶ σύνεσις τοῦ βασιλέως, ὅτι ὁρῶν ἐν τοῖς πολέμοις τοὺς δεινοὺς καὶ πολεμικοὺς εἶναι δοκοῦντας οἰομένους δεῖν τῷ μάχεσθαι νικᾶν, ἀλλʼ οὐχὶ τῷ καλῶς βουλεύεσθαι, οὐκ ἐμιμήσατο ἐκείνους οὐδὲ ἐζήλωσεν, ἡγούμενος δεῖν πρὸς μὲν τοὺς ὁμοίους χρῆσθαι τοῖς ὅπλοις· καλὸν γὰρ τοὺς τοιούτους ἀνδρείᾳ νικᾶν· πρὸς δὲ τοὺς βαρβάρους τῷ εὖ βουλεύεσθαι. ᾔδει γὰρ, οἶμαι, καὶ τὸν τὰς πολλὰς μυριάδας ἐπὶ τοὺς Ἕλληνας ἀγαγόντα καὶ ὃν οὔτε γῆ οὔτε θάλαττα ἐχώρει ἱκανῶς ἑνὸς ἀνδρὸς γνώμης ἡττηθέντα. ὅπου γὰρ ἔστι βουλευσάμενον περιγενέσθαι, τί δεῖ ἐνταῦθα κινδύνων;