πλειόνων καὶ οὐδὲ τούτων ἀρκούντων, ἀλλὰ κεκενωμένων μὲν τῶν πανταχοῦ ταμιείων, ἀεὶ δὲ μείζονος ὄντος τοῦ περὶ τοῦ μέλλοντος φόβου, οὐ τοῦ πλείονος ἐδεήθη οὐδʼ ἐζήτησεν οὐδὲ διὰ χρήματα κακὸς ἐγένετο, ἀλλʼ ἀνῆκε καὶ ἐπεκούφισεν, οὐ μόνον δικαιότατος, ἀλλὰ καὶ φιλανθρωπότατος βασιλέων περὶ ταῦτα γενόμενος. καὶ τοιοῦτος μὲν εἰς χρήματα. τὴν δὲ πρὸς τὰς δίκας δικαιοσύνην καὶ φιλανθρωπίαν τίς ἂν ἀξίως ἐπαινέσειε; τίς γὰρ Ῥαδάμανθυς ἢ τίς Αἰακὸς οὕτω δίκαιον ἑαυτὸν πρὸς ἅπαντα δικαστὴν διεφύλαξε; μᾶλλον δὲ τὸ μὲν δίκαιον οὐκ ἀεὶ οὐδὲ πανταχῆ φιλάνθρωπον, ὁ δὲ τὸ μὲν δίκαιον ἀκριβῶς οἶδεν, ὡς αὐτὸς νομοθέτης ὢν καὶ εὑρετὴς αὐτοῦ, οὐδὲν δὲ ἔξω τοῦ δικαίου ποιῶν, ὅμως αὐτῷ τούτῳ βεβαιοῖ τὴν φιλανθρωπίαν, ὥστε δικαιοσύνης τὴν ἀκριβεστάτην ταυτὸν δύνασθαι φιλανθρωπίᾳ τῇ καθαρωτάτῃ. τούτου δὲ αἴτιον ὅτι οὐκ εἰς ἑτέρους ὁρῶν ἑρμηνέας οὕτω λαμβάνει τὸ δίκαιον, ἀλλʼ αὐτὸς ἔχων ἐκ παιδείας τῶν ὡς ἀληθῶς καλῶν καὶ τῶν ἀγαθῶν ἐπιστήμην τὴν ἀπὸ τῶν νόμων ἐμπειρίαν προσειληφὼς, ὥστε μή τι τῶν γεγραμμένων διαφεύγειν αὐτὸν, οὕτως τὰς κρίσεις ποιεῖται περὶ πάντων. οὐδεὶς γοῦν ἔστιν ὅστις οὐ τῶν δικαίων ἀπῆλθε τυχὼν, οὐδʼ ἐμέμψατο τῶν κριθέντων ἐπʼ αὐτοῦ, οὔτε διώκων ἡττηθεὶς οὔτε φεύγων ἁλοὺς, ἀλλὰ στέργοντες ἀμφότεροι καὶ προσκυνοῦντες ἀπέρχονται, καὶ τὴν αὐτὴν ψῆφον περὶ τῶν ἐγνωσμένων ὅ τε ἡττηθεὶς καὶ ὁ νικήσας φέρει. κἂν ἄρα συμβῇ τισι τὴν τιμωρίαν ὑποσχεῖν, οὐ τὸ παθεῖν καὶ δοῦναι δίκην δεινὸν νομίζουσιν, ἀλλὰ μὴ μείζω προσπαθεῖν κέρδος τίθενται· οὐ γὰρ μῖσος αὐτῷ τῶν δεδρακότων αἱ τιμωρίαι δύνανται, ἀλλὰ παιδείαν, μάλιστα μὲν, εἴ πως οἷόν τε, καὶ αὐτῶν, εἰ δὲ μὴ, τῶν ἀκουσομένων. εἰ δʼ αὖ τὸ φιλέλληνα εἶναι καλὸν καὶ πρέπον βασιλεῖ, τῷ προσήκων ὁ ἔπαινος οὕτως; οὕτω γὰρ σφόδρα φιλέλλην ἐστὶν ὁ βασιλεὺς καὶ τοσοῦτον αὐτῷ περίεστι τούτου τοῦ καλοῦ ὥστε ἠμελημένης τῆς τῶν Ἑλλήνων παιδείας καὶ καταπεφρονημένης, ἀνῃρημένων δὲ τῶν ἐπʼ αὐτῇ τιμῶν, παρεωσμένου δὲ καὶ ἐν οὐδενὸς ὄντος μέρει παντὸς τοῦ Ἑλληνικοῦ, οὐκ ἠμέλησεν ὁ βασιλεὺς, ἀλλὰ πρὸς ταῖς ὑπαρχούσαις τιμαῖς καὶ ἄλλας προσέθηκε. καὶ περὶ μὲν δικαιοσύνης τοσαῦτα. φιλανθρωπία γε μὴν τίς μείζων ταύτης καὶ φανερωτέρα; ᾗ κατεπτηχὸς ἅπαν τὸ ὑπήκοον καὶ ὑπὸ φόβου δεδουλωμένον, πολλῶν τῶν κατηκόων περιιόντων καὶ ὠτακουστούντων κατὰ πάσας τὰς πόλεις εἴ τις φθέγξαιτό τι, ἐλεύθερον δὲ οὐδὲν οὔτε φρονῆσαί τι οὔτε εἰπεῖν οἷόν τε ὂν, ἀνῃρημένης τῆς σώφρονος καὶ δικαίας παρρησίας, τρέμοντος δὲ ἑκάστου σκιὰν, ἀπήλλαξε τοῦ φόβου τούτου καὶ ἠλευθέρωσε τὰς ἁπάντων ψυχὰς, ἐντελῆ καὶ ὁλόκληρον ἀποδοὺς τὴν ἐλευθερίαν αὐτοῖς. ὃ τοίνυν μέγιστον τῆς τοῦ βασιλέως φιλανθρωπίας καὶ κρεῖττον ἅπαντος παραδείγματος· ὢν γὰρ τηλικοῦτος ὁ βασιλεὺς ἡμερότητι καὶ ἐπιεικείᾳ διενήνοχεν ἁπάντων βασιλέων, ὥστε μικρὸν μὲν οἷα πατὴρ, μικρὸν δὲ οἷα ποιμὴν τῶν ἄλλων εἰπεῖν εἶναι, καὶ πάντα ὅσα ποιηταὶ δυνάστας ἡμεροῦντες ἐφθέγξαντο. τίνα γὰρ τρόπον ἐπιεικείας παραλέλοιπεν; οὐ κοινότατος μὲν ὁ τρόπος τῆς φιλανθρωπίας αὐτοῦ πρὸς ἅπαν τὸ ὑπήκοον καὶ τοὺς ἐπὶ πάσης προφάσεως ἐντυγχάνοντας, ἡ δὲ τοῦ σχήματος αὐτοῦ πραότης ὡς φιλάνθρωπος καὶ τῆς διαλέκτου τὸ εὔκρατον καὶ τὸ μηδὲν δεῖν ἕνεκα τῆς προσόδου πραγματεύεσθαι, ἀλλʼ ὑπάρχειν ὥσπερ εἴσω περιρραντηρίων παριέναι τοῖς τι καὶ μικρὸν συνειδόσιν ἑαυτοῖς ἀγαθὸν, πῶς οὐ πάσης ἐπέκεινα πραότητος καὶ φιλανθρωπίας; οὐ γὰρ ὡς σπάνιον καὶ δυσπρόσοδον παρέχων ἑαυτὸν ἡγεῖται τὴν τοῦ μέγας καὶ θαυμαστὸς καὶ τοιοῦτος οἷος μηδεὶς ἄλλος πώποτε ἐγένετο δόξαν ἀποίσεσθαι βασιλεὺς, ἀλλʼ οὕτως ἂν μάλιστα βεβαιοῦν τὴν τοῦ τοιοῦτος εἶναι προσηγορίαν, εἰ τὴν παρʼ αὑτοῦ εὔνοιαν καὶ φιλανθρωπίαν κοινὴν ἅπασι τοῖς δεομένοις παρασκευάσεται, οἰόμενος δεῖν τὸν ὡς ἀληθῶς βασιλέα τῷ τῶν ὅλων ἀπεικάσθαι βασιλεῖ κατά τε τὴν φιλανθρωπίαν καὶ τὴν πρόνοιαν ἁπάντων τῶν ἀρχομένων, καὶ μὴ πρὸ μὲν τῆς βασιλείας χρηστόν τι καὶ μέτριον ἦθος ἐμφαίνειν ἑαυτοῦ, βασιλέα δὲ ἀποδειχθέντα χαλεπὸν καὶ βίαιον εἶναι περὶ τοὺς ἀρχομένους· οὐ γὰρ βασιλείας σχῆμα εἶναι τὸ τοιοῦτον ἐπιεικοῦς, ἀλλὰ σκαιότητος καὶ ἀπαιδευσίας ἔλεγχον φανερώτατον· οἷος ἦν καὶ ὁ τῶν Λακεδαιμονίων στρατηγὸς ὁ τοῖς Ἕλλησι πρὸς τοὺς βαρβάρους ἡγησάμενος, Παυσανίαν λέγω τὸν Κλεομβρότου, ὃς οἴκοι μένων ἠδύνατο σωφρονεῖν, πλεύσας δὲ εἰς Ἑλλήσποντον ἐπελέληστο μὲν τῶν οἴκοι, ἐπελέληστο δὲ αὑτοῦ, παντὶ δὲ μᾶλλον ἐῴκει ἢ ἀνδρὶ Σπαρτιάτῃ, χαλεπὸς μὲν ὢν καὶ βίαιος περὶ τοὺς συμμάχους, ἀκόλαστος δὲ καὶ ὑβριστὴς περὶ τὴν δίαιταν, τυραννικὸς δὲ περὶ τὸν τρόπον. ὁ δʼ ἐπέδειξεν ὅτι καὶ ἰδιώτην ὄντα καὶ βασιλέα οἷόν τέ ἐστι τὸν αὐτὸν εἶναι διὰ τέλους, τοιοῦτον μὲν πρὸ τῆς βασιλείας παρασχὼν ἑαυτὸν ὥστε δικαίως ἀξιωθῆναι ταύτης, ἐν δὲ τῇ βασιλείᾳ τῷ αὐτῷ νοῒ καὶ τρόπῳ χρώμενος, οὐκ ἐκστὰς ἑαυτοῦ οὐδὲ ζηλώσας τὴν ἀκολασίαν, ἀλλὰ τὸν σώφρονα βίον ἑλόμενος, τὴν μὲν ὕβριν καὶ παρανομίαν μισήσας, παράδειγμα δὲ σωφροσύνης ἑαυτὸν παρασχὼν, ὥστε τοὺς τέως ἀσελγεῖς καὶ ὑβριστὰς μεταθέσθαι τὸν τρόπον ὁρῶντας αὐτοῦ τὴν σωφροσύνην, καὶ τῆς τε πρὸς τὰ χρήματα ἐπιθυμίας παύσασθαι καὶ πρὸς τὸ σωφρονέστερον διατεθῆναι. καὶ μὴν καὶ ὅσαι ἡδοναὶ ἄρχουσιν ἀνθρώπων οὐδεμιᾶς ἴσμεν ἡττημένον τὸν βασιλέα. τοσοῦτον γὰρ ἀπέσχεν αὐτῶν εὐθὺς ἐξ ἀρχῆς ὥστε εἴ τίς ἐστιν ἐγκράτεια κατʼ ἀνθρώπους ὑμνουμένη, ταύτην περὶ τούτου μόνου λεγομένην πιστὴν εἶναι δοκεῖν. τίς μὲν γὰρ οὕτω τὰ γαστρὸς ἐγκρατὴς, τίς δὲ ἀφροδισίων, τίς δὲ τῶν ἄλλων ἡδονῶν; οὐ γὰρ, ὥσπερ ἔφην ἀρτίως, ἐξ ἡμισείας ἔσχε τὴν ἀρετὴν, οὐδὲ ὥσπερ ἄλλοι τινὲς βασιλεῖς πρός τε ἀνδρείαν καὶ φιλανθρωπίαν ἐπιεικῶς ἔχειν δόξαντες ἀκολαστότατοι περὶ τὰς ἡδονὰς καὶ τὰς ἐπιθυμίας ὄντες ἐφάνησαν, οἷον Ὅμηρος ἐγκωμιάζων τὸν τῶν Ἀχαιῶν στρατηγὸν Ἀγαμέμνονα, ἀμφότερον, φησὶ, βασιλεύς τʼ ἀγαθὸς κρατερός τʼ αἰχμητής. φαίνεται δʼ οὗτος παρʼ αὐτῷ ἡττημένος μὲν Χρυσηίδος, ἐρῶν δὲ Βρισηίδος τῆς Ἀχιλλέως, διὰ δὲ ταύτην τὴν ἐπιθυμίαν πολλῶν καὶ μεγάλων κακῶν αἴτιος τοῖς Ἀχαιοῖς γενόμενος. ὁ τοίνυν Ἀχιλλεὺς ὁ τῆς Θέτιδος καὶ τοῦ Πηλέως οὕτως ἀκόλαστος ἦν περὶ τὰς ἡδονὰς καὶ μικροπρεπὴς ὥστε ἀπελθούσης τῆς Βρισηίδος παρʼ αὐτοῦ καὶ χρόνον τινὰ ποιησάσης παρʼ Ἀγαμέμνονι παραχρῆμα μὲν οὕτως διετέθη ὥστʼ ἔκλαεν ὁρῶν ἐπὶ οἴνοπα πόντον, καλῶν τὴν μητέρα ὥσπερ παιδάριον πεπονθὸς τοῦτο ὑπὸ ὁμοίου ἑτέρου· ἐλθούσης δὲ τὴν πρόφασιν τῶν δακρύων διηγούμενος καὶ κελεύων αὐτὴν δεηθῆναι τοῦ Διὸς ὅπως ἂν Τρωσὶ σύμμαχος γενόμενος κακὰ μέγιστα ἐργάσηται τοὺς Ἕλληνας, μετὰ ταῦτα δὲ ὁρῶν πολλοὺς πίπτοντας τῶν Ἀχαιῶν ἑκάστοτε ὑπό τε τῶν Τρώων καὶ ὑφʼ Ἕκτορος, καί τινων ἑταίρων αὐτοῦ καὶ φίλων ἀποθνησκόντων, οὐκ ἐπιστρεφόμενος οὐδὲ ἐλεῶν. ἐκεῖνοι μὲν οὖν πολλὰ ἐνδεῶς ἔσχον πρὸς ἀρετὴν, ὁ δὲ ἀμφότερα βασιλεύς τʼ ἀγαθὸς κρατερός τʼ αἰχμητής. ὁ γὰρ τοσοῦτον ὑπεριδὼν τῶν ἡδονῶν ὥστε μηδεμιᾶς ἡττηθῆναι αὐτῶν, πῶς οὐχ οὗτός ἐστιν ὁ τῷ ὄντι ἀνδρεῖος καὶ σώφρων καὶ καρτερός; τείχη μὲν γὰρ ἀνάλωτα πολλάκις εἶναι δοκοῦντα καὶ φαῦλοι ὄντες εἷλον ἤδη τινὲς, ὑπὸ δὲ τῶν ἡδονῶν πολλοὺς καὶ τῶν πάνυ ἀγαθῶν ἀνδρῶν κρατουμένους ὁρῶ. βίου δὲ εὐκολίαν καὶ διαίτης εὐτέλειαν τίς οὕτως ἀνδρεῖος ὥστε ῥᾳδίως οὕτως δύνασθαι ἂν ὑπενεγκεῖν; καὶ μὴν τὰ μὲν πρὸς πολεμίους ἀνδρείοις πολλοῖς ὑπῆρξε γενέσθαι, ὑπὸ δὲ τῶν σφετέρων στρατιωτῶν αὐτοὺς ἄρχεσθαι ἢ κρατεῖν· ὁ δὲ οὕτως ῥᾳδίως ἐκράτησε καὶ κατεστήσατο ὥστε πολλῶν μὲν καὶ ἀπείρων ὄντων τῶν διδομένων αὐτοῖς, χαλεπῶν δὲ καὶ φοβερῶν εἰ μὴ τοσαῦτα λαμβάνοιεν, καὶ ἔτι πλείω τῶν διδομένων αὐτοῖς, οὐχ ὅπως ἐπηύξησε τὰς ἐπιθυμίας αὐτῶν, ἀλλʼ ὁρίσας τὸ δέον τοὺς μὲν στρατιώτας πρὸς τοὺς πόνους καὶ τὴν ἄσκησιν τῶν σωμάτων ἀμείνους ἐποίησεν, οὐκέτι τῷ λαμβάνειν αὐτοὺς ἐάσας προσέχειν, ἀλλὰ τὴν μελέτην τῶν πολεμικῶν αὐτοῖς συνήθη ποιήσας, οὐδὲ ἐν ἡδυπαθείᾳ καὶ τρυφῇ ὄντας διάγειν, ἀλλʼ ὅπως μηδένα καιρὸν ἕξουσιν ἐπιθυμίας τῆς τοιαύτης. τοῦτο ποιήσας ἐπήμυνε μὲν ταῖς τῶν ἀρχομένων ἐνδείαις, ἐπεμελήθη δὲ τῆς εὐταξίας τῶν στρατιωτῶν, τῶν δὲ χρημάτων βεβαιοτέραν ἐποίησε τὴν πρόσοδον. τούτων οὐκ ἂν γένοιτο μείζω τεκμήρια ἀνδρείας ἅμα καὶ εὐβουλίας. καὶ μὴν δεινότητος καὶ σοφίας τοῦτʼ ἄν τις τεκμήριον εἰκότως αὐτὸ ποιήσαιτο. τὸ μὲν γὰρ βιασάμενον καὶ καταναγκάσαντα στέργειν παρασκευάσαι φόβῳ καὶ οὐ γνώμης περιουσίᾳ ἔστιν οὕτως ἔχειν αὐτοὺς πεποιηκέναι, τὸ δὲ ἀπλήστως πρὸς χρήματα καὶ τὸ λαμβάνειν διακειμένους πεῖσαι μετριάζειν οὐκ ἂν, οἶμαι, ῥᾳδίως ἠδυνήθη, εἰ μὴ νοῆσαι καὶ εἰπεῖν ὑπὲρ ἅπαντας ἦν. φρονήσεως δὲ πολλὰ μὲν καὶ ἄλλα ἔργα ἐν τῇ βασιλείᾳ παρέσχηται, κάλλιστον δὲ καὶ πλείστου ἐπαίνου ἄξιον ἡ πρὸς τοὺς πολέμους εὐβουλία τε καὶ σύνεσις τοῦ βασιλέως, ὅτι ὁρῶν ἐν τοῖς πολέμοις τοὺς δεινοὺς καὶ πολεμικοὺς εἶναι δοκοῦντας οἰομένους δεῖν τῷ μάχεσθαι νικᾶν, ἀλλʼ οὐχὶ τῷ καλῶς βουλεύεσθαι, οὐκ ἐμιμήσατο ἐκείνους οὐδὲ ἐζήλωσεν, ἡγούμενος δεῖν πρὸς μὲν τοὺς ὁμοίους χρῆσθαι τοῖς ὅπλοις· καλὸν γὰρ τοὺς τοιούτους ἀνδρείᾳ νικᾶν· πρὸς δὲ τοὺς βαρβάρους τῷ εὖ βουλεύεσθαι. ᾔδει γὰρ, οἶμαι, καὶ τὸν τὰς πολλὰς μυριάδας ἐπὶ τοὺς Ἕλληνας ἀγαγόντα καὶ ὃν οὔτε γῆ οὔτε θάλαττα ἐχώρει ἱκανῶς ἑνὸς ἀνδρὸς γνώμης ἡττηθέντα. ὅπου γὰρ ἔστι βουλευσάμενον περιγενέσθαι, τί δεῖ ἐνταῦθα κινδύνων;