ἀπειθὲς, ἐκφερόμενος μὲν ὑπʼ αὐτοῦ, πολλάκις δὲ κατέχων καὶ ἀνακόπτων τὰς συνεχεῖς καὶ ἀλόγους καὶ βιαίους ὁρμὰς, ἔπραττεν αὐτῷ καὶ προεώρα τὰ συμφέροντα. τοιοῦτος μὲν δὴ πρὸ τοῦ βασιλεῦσαι ἦν. ἐπεὶ δὲ ἡ τὰ πάντα διοικοῦσα πρόνοια καὶ διατάττουσα καὶ τοῦτον ἐκάθισεν εἰς τὸν βασίλειον θρόνον τὸν δικαιότατον καὶ ὁσιώτατον βασιλέων, τί ἄν τις πρῶτον καὶ μέγιστον εἰπεῖν ἔχοι ὧν τῆς ἀγαθῆς αὐτοῦ τύχης καὶ προνοίας ἀπολαύομεν; ὃς ἁπάντων μὲν κεκινημένων καὶ μεθισταμένων, ὡς ἔπος εἰπεῖν, εἰς ἑτέραν γῆν, σαλευούσης δὲ τῆς ἀρχῆς ὥσπερ ἐν μεγάλῳ χειμῶνι ἢ σεισμῷ, κᾆτα ὥσπερ νεὼς καταδύεσθαι μελλούσης ἀποφερομένης πρὸς ἔσχατα γῆς, οὗ καὶ πρότερον ἀπεπλανήθησάν τινες τῶν ἐν ἀρχαῖς καὶ βασιλείαις γενομένων, κἄπειτα ὥσπερ ἐν λαβυρίνθῳ πολλαῖς καὶ χαλεπαῖς ἀπορίαις ἐντυχόντες, τελευτῶντες αὑτοὺς ἀπεῖπον ἀποκλεισθέντες τῆς ὀπίσω ὁδοῦ ἐπανελθεῖν μὴ δυνηθέντες, ταῦτα ὁρῶν οὐχ ὡς ἄπειρος κυβερνήτης εἴασεν ὅπως ἔτυχε φέρεσθαι οὐδὲ κινδυνεύειν, ἀλλʼ ὡς ἂν ἐμπειρότατος βασιλέων καὶ γνώμῃ προέχων πρῶτον μὲν ἐπέσχε καὶ ἔπαυσε τῆς ἐκεῖσε ὁρμῆς, ἔπειτα κατέστησεν εἰς ὅρμον ἄγων. καὶ νῦν ἡ μὲν ἐν ἀσφαλεστάτῳ ὁρμεῖ, ὥσπερ ναῦς ἐκ πολλοῦ καταστᾶσα χειμῶνος, ὁ δὲ οὕτως ἐξηγεῖται καὶ διέπει τὸ τῆς ἀρχῆς ὅνπερ χρὴ τρόπον, τὴν εὐσέβειαν μὲν καὶ δικαιοσύνην, ἔτι δὲ σωφροσύνην καὶ ἐγκράτειαν καὶ φρόνησιν καὶ τὴν ἄλλην * * κόσμου γε ἀρετήν. ἤρξατο μὲν γὰρ, ὥσπερ προσήκει, ἀπὸ εὐσεβείας, διεξῆλθε δὲ καὶ διὰ τῶν ἄλλων μερῶν τῆς ἀρετῆς. τίς μὲν γὰρ δικαιοσύνης, τίς δὲ φιλανθρωπίας, τίς δὲ τῆς ἄλλης ἀρετῆς τοσαῦτα δείγματα καὶ τοιαῦτα ὅσα καὶ οἷα ὁ βασιλεὺς οὗτος ἐξήνεγκε; καὶ πρῶτόν γε τὴν εἰς χρήματα δικαιοσύνην αὐτοῦ θεασώμεθα. τῆς γὰρ συντάξεως ὑπερβαλλούσης τῆς εἰς τὴν διοίκησεν συντεταγμένης καὶ φόρων ἐπιταχθέντων πλειόνων καὶ οὐδὲ τούτων ἀρκούντων, ἀλλὰ κεκενωμένων μὲν τῶν πανταχοῦ ταμιείων, ἀεὶ δὲ μείζονος ὄντος τοῦ περὶ τοῦ μέλλοντος φόβου, οὐ τοῦ πλείονος ἐδεήθη οὐδʼ ἐζήτησεν οὐδὲ διὰ χρήματα κακὸς ἐγένετο, ἀλλʼ ἀνῆκε καὶ ἐπεκούφισεν, οὐ μόνον δικαιότατος, ἀλλὰ καὶ φιλανθρωπότατος βασιλέων περὶ ταῦτα γενόμενος. καὶ τοιοῦτος μὲν εἰς χρήματα. τὴν δὲ πρὸς τὰς δίκας δικαιοσύνην καὶ φιλανθρωπίαν τίς ἂν ἀξίως ἐπαινέσειε; τίς γὰρ Ῥαδάμανθυς ἢ τίς Αἰακὸς οὕτω δίκαιον ἑαυτὸν πρὸς ἅπαντα δικαστὴν διεφύλαξε; μᾶλλον δὲ τὸ μὲν δίκαιον οὐκ ἀεὶ οὐδὲ πανταχῆ φιλάνθρωπον, ὁ δὲ τὸ μὲν δίκαιον ἀκριβῶς οἶδεν, ὡς αὐτὸς νομοθέτης ὢν καὶ εὑρετὴς αὐτοῦ, οὐδὲν δὲ ἔξω τοῦ δικαίου ποιῶν, ὅμως αὐτῷ τούτῳ βεβαιοῖ τὴν φιλανθρωπίαν, ὥστε δικαιοσύνης τὴν ἀκριβεστάτην ταυτὸν δύνασθαι φιλανθρωπίᾳ τῇ καθαρωτάτῃ. τούτου δὲ αἴτιον ὅτι οὐκ εἰς ἑτέρους ὁρῶν ἑρμηνέας οὕτω λαμβάνει τὸ δίκαιον, ἀλλʼ αὐτὸς ἔχων ἐκ παιδείας τῶν ὡς ἀληθῶς καλῶν καὶ τῶν ἀγαθῶν ἐπιστήμην τὴν ἀπὸ τῶν νόμων ἐμπειρίαν προσειληφὼς, ὥστε μή τι τῶν γεγραμμένων διαφεύγειν αὐτὸν, οὕτως τὰς κρίσεις ποιεῖται περὶ πάντων. οὐδεὶς γοῦν ἔστιν ὅστις οὐ τῶν δικαίων ἀπῆλθε τυχὼν, οὐδʼ ἐμέμψατο τῶν κριθέντων ἐπʼ αὐτοῦ, οὔτε διώκων ἡττηθεὶς οὔτε φεύγων ἁλοὺς, ἀλλὰ στέργοντες ἀμφότεροι καὶ προσκυνοῦντες ἀπέρχονται, καὶ τὴν αὐτὴν ψῆφον περὶ τῶν ἐγνωσμένων ὅ τε ἡττηθεὶς καὶ ὁ νικήσας φέρει. κἂν ἄρα συμβῇ τισι τὴν τιμωρίαν ὑποσχεῖν, οὐ τὸ παθεῖν καὶ δοῦναι δίκην δεινὸν νομίζουσιν, ἀλλὰ μὴ μείζω προσπαθεῖν κέρδος τίθενται· οὐ γὰρ μῖσος αὐτῷ τῶν δεδρακότων αἱ τιμωρίαι δύνανται, ἀλλὰ παιδείαν, μάλιστα μὲν, εἴ πως οἷόν τε, καὶ αὐτῶν, εἰ δὲ μὴ, τῶν ἀκουσομένων. εἰ δʼ αὖ τὸ φιλέλληνα εἶναι καλὸν καὶ πρέπον βασιλεῖ, τῷ προσήκων ὁ ἔπαινος οὕτως; οὕτω γὰρ σφόδρα φιλέλλην ἐστὶν