ἀλλʼ ἔμοιγε δοκεῖ τῶν καλῶν εἶναι ἐν ἑορτῇ καὶ ἐν ἱερομηνίᾳ μεμνῆσθαί τι καὶ λέγειν περὶ τοῦ θείου καὶ φιλανθρώπου βασιλέως. οὐ γὰρ δὴ δέος γε μὴ ἐπαινεῖν αὐτὸν προελόμενοι, ἔπειτα ἀπορήσαιμεν λόγων, ἀλλὰ μὴ τοιαῦτα ᾖ τὰ ὑπάρχοντα τῷ βασιλεῖ ὥστε μηδένα εἰπεῖν ἀξίως ἂν δυνηθῆναι περὶ αὐτῶν. ἐγὼ δὲ τῇ περὶ τἄλλα αὐτοῦ χρηστῇ καὶ φιλανθρώπῳ τύχῃ ἐπαρθεὶς καὶ τοῖς περὶ αὐτοῦ λόγοις ἐθάρρησα. διόπερ τἄλλα πάντα ἀφεὶς, ἃ τοῖς προοιμιαζομένοις λέγειν ἔθος ἐστὶ καὶ προφασίζεσθαι, τοῖς μὲν τὸ μέγεθος τῶν πεπραγμένων, τοῖς δὲ τὸν χρόνον ὀλίγον ὄντα τῶν λόγων, οὐ προσδεηθεὶς δὲ οὐδὲ τῶν Μουσῶν, ὥσπερ τινὲς τῶν ποιητῶν, οὐδʼ ἄλλης οὐδεμιᾶς ἔξωθεν βοηθείας, ἐπʼ αὐτὸν τρέψομαι τοῦ βασιλέως τὸν ἔπαινον, οὐχ ὑπʼ αὐθαδείας οὐδὲ καταφρονῶν τοῦ πράγματος, ἀλλʼ ὁρῶν τοὺς ἐν ἀρχῇ καταπραΰνοντας καὶ παραιτουμένους τρόπον τινὰ αὐτοὺς καταφρονοῦντας τῶν ὑποθέσεων ἃς ποιοῦνται τῶν λόγων. ταῦτα γὰρ λέγοντες οὐδὲν ἄλλο ἐνδείκνυσθαί μοι δοκοῦσιν ἢ τοῦτο μὲν ἐξ ὑπογυίου λέγοντες ὡς ἐν πλείονι χρόνῳ φροντίσαντες καὶ παρασκευασάμενοι ἴσους ἂν τῷ μεγέθει τῶν ἔργων τοὺς λόγους παράσχοιεν, οἱ δὲ δόντες ἑαυτοῖς τὸ περὶ τῶν μεγίστων δύνασθαι λέγειν ἐπαγγέλλονται, καὶ ταύτην ὑπερβολὴν τῶν ἐπαίνων σφίσιν αὐτοῖς διδόασιν. ἐγὼ δʼ οὔτε χρόνου πλῆθος ἱκανὸν οὔτε λόγον οὐδένα ὁρῶ τοῦ βασιλέως ἄξιον, οὐδʼ ὅστις αὐτὸν ἱκανῶς ἐγκωμιάσαι δυνήσεται· ὅμως δὲ οὐκ ἀποδειλιατέον, ἀλλʼ ὅση δύναμις πειρατέον εἰπεῖν. οὐδὲ γὰρ ἂν θύωμεν τοῖς θεοῖς, τὸ πρὸς ἀξίαν, οἶμαι, ὁρῶντες τοῦτο ποιοῦμεν, ἀλλʼ ὅσον δυνατὸν ἡμῖν χάριν αὐτοῖς ταύτην ἐκτίνομεν· διόπερ οὐδὲ τὸν βασιλέα δεῖ ὀκνεῖν μέλλοντας ἐπαινεῖν, ἀλλὰ θαρροῦντας ἰέναι ἐπὶ τὸν ἔπαινον αὐτοῦ. ἐκείνῳ μὲν γὰρ ἴσως ἐνδεῶς τὰ παρʼ ἡμῶν, ὑμῖν δὲ οὐκ ἐνδεῶς εἰρήσεται. ἓν μὲν οὖν τοῦτο πρῶτον καὶ μέγιστον ὑπάρχει λέγειν περὶ αὐτοῦ ὅτι καὶ πρότερον ἢ καταστῆναι εἰς τὴν ἀρχὴν ἄξιος τῆς βασιλείας ἦν. οἱ μὲν γὰρ διʼ ἑτέρων κτώμενοι τὴν ἀρχὴν ἢ παρὰ τῶν πρὸ αὑτῶν παραλαβόντες οἱ μὲν ἰσχὺν ἀντὶ τοῦ δικαίου προθέμενοι, οἱ δʼ ὥσπερ τινὸς γένους ἀκολουθίαν καὶ διαδοχὴν σώζοντες οὕτως τὴν βασιλείαν ἐκτήσαντο· ὅστις δὲ αὐτὸς μὲν οὔτε παραγγείλας οὔτε δεηθεὶς, δεηθέντων δὲ ἁπάντων αὐτοῦ γενέσθαι, ἔδωκε τοῖς δεηθεῖσιν ἑαυτὸν καὶ παρακαλέσασι, πάλαι τούτῳ καὶ διʼ ἀρετὴν τοῦτο τὸ γέρας ὠφείλετο. καὶ γάρ τοι ἐκείνοις μὲν περὶ τῆς βασιλείας ἀμφισβητοῦσι πολλοὶ, τούτῳ δὲ οὐδείς. καίτοι εἴτε φόβῳ τῷ πρὸς αὐτὸν εἴτε αἰδοῖ τοῦ κρείττονος εἴθʼ, ὅπερ ἔφην, γνώμῃ τῇ βελτίστῃ καὶ δικαιοτάτῃ συγχωρεῖν οἴονται δεῖν, πῶς οὐκ ἐξ ἁπάντων τούτων φανερὸν ὅντινʼ ἐχρῆν εἶναι τὸν βασιλέα; οὐ μὴν ἀλλὰ καὶ τοῖς βασιλεύσασι πρὸ αὐτοῦ τεκμαίρεσθαι πάρεστι περὶ αὐτῶν ὅσον εὐθὺς ἐν αὐτοῖς τουτοισὶ πρῶτον διήνεγκεν αὐτῶν. ἐκεῖνοι μὲν γὰρ μετὰ πολέμων καὶ φόνων πολλῶν εἰσῆλθον εἰς τὰ πράγματα, πολλοὺς μὲν τῶν ἐν τάξει ἀπολέσαντες, πολλοῖς δὲ ἀνηκέστων συμφορῶν αἴτιοι γενηθέντες, ὥστε πολλὰς μὲν ἐρημωθῆναι πόλεις ὑπηκόους, πολλὴν δὲ χώραν ἀνάστατον γενέσθαι, πλεῖστα δὲ ἀναλωθῆναι σώματα, ὥστε μὴ πάντα ὁσίως αὐτοῖς συμβῆναι μηδʼ ἂν αὐτοὺς τοῦτʼ εἰπεῖν ἔχειν περὶ αὑτῶν· ὁ δὲ οὕτως ὁσίως καὶ καλῶς ἐπέστη τοῖς πράγμασιν ὥστε οὔτε καθιστάμενος οὔτε ἐν ἀρχῇ τῆς βασιλείας οὐδενὸς φόνου προσεδεήθη· οὐδὲ ὥσπερ ἐν μεταβολῇ καὶ καταστάσει πραγμάτων οὐδεὶς οὐδενὸς ἐπειράθη χαλεποῦ, οὐδʼ ἔστιν ἃ πολλὰ εἴωθε καὶ ἀναγκαῖα ἐν τοῖς τοιούτοις συμβαίνειν, οὐδὲν τούτων ἐπράχθη· οὐδʼ ἔπαθον ἀνήκεστον οὐδὲ δεινὸν οὐδὲν, οὐκ ἄνδρες, οὐ πόλεις, οὐκ ἔθνος. ἀλλʼ οὕτως ἐμέλησεν αὐτοῦ τοῖς θεοῖς, ὅπως ὁσίως καὶ εὐσεβῶς ἐπιστήσεται τοῖς πράγμασιν, ὥστε ἃ μὲν τῆς μανίας καὶ ἀπονοίας ἔργα ἦν ἑτέροις ἀνέθηκαν, ἃ δὲ τῆς δικαιοσύνης καὶ φιλανθρωπίας καὶ τῆς ἄλλης εὐσεβείας, τούτῳ διεφύλαξαν. καὶ μὴν οὐδʼ ὡς ἔσχε τὴν ἀρχὴν, οὐδὲν ἔπραξε σκυθρωπὸν οὐδὲ ἐμιμήσατο, οὐδὲ ἐζήλωσε τούτων οὐδὲν, οὐδὲ ὥσπερ ἄλλοι τῶν πρὸ αὐτοῦ βασιλέων τῶν ἐν τέλει τινὰς φοβηθέντες ἐπιβουλεύειν αὑτοῖς αἰτιασάμενοι τοὺς μὲν φυγαῖς, τοὺς δὲ θανάτοις ἐζημίωσαν, οὐδὲν τούτων ἐποίησεν, οὐδὲ τὸν τρόπον μετέθετο, ἀλλʼ οὕτως ἐστὶ πάντων πόρρω τῶν τοιούτων καὶ τοσοῦτον ἀπέχει τοῦ σφαγὰς καὶ θανάτους βούλεσθαι ποιεῖν, ὥστε καὶ τῶν ἐπιβουλευόντων τινὰς καὶ τῶν φανερῶς ἐξελεγχομένων, καὶ τούτους περιεῖναι καὶ ζῆν τῇ τούτου φιλανθρωπίᾳ· καὶ ταῦτʼ οὐ μόνον πραότητός ἐστιν ἐπίδειγμα οὐδὲ τοῦ πρὸς πάντας ὁσίως ἔχειν αὐτὸν καὶ μὴ φθονερῶς διακεῖσθαι πρός τινας τῶν ἐντίμων καὶ ὑπερεχόντων, ἀλλὰ καὶ τοῦ μὴ καταπεπλῆχθαι ὑπὸ φόβων τὴν ἀρχὴν, μηδὲ ταραχωδῶς ἔχειν πρὸς τὰ συμβαίνοντα, μηδὲ ὀξύρροπον εἶναι πρός τε ὀργὴν καὶ θυμὸν, ἀλλὰ βεβαίᾳ καὶ ἀκινήτῳ χρῆσθαι τῇ διανοίᾳ πρὸς ἅπαντας· εἰκότως. τὸν γὰρ μαθόντα ἃ χρὴ καὶ παιδευθέντα καὶ μηδενὸς τῶν καλῶν ἀμελήσαντα μηδὲ ἀμαθῆ γενόμενον, ἀλλὰ πᾶσι τοῖς τῆς ἀρετῆς μέρεσι κατακοσμήσαντα τὴν ψυχὴν, εἰκὸς ἦν πάσης ἔξω γενέσθαι ἁμαρτίας. ταύτην τοίνυν τὴν παιδείαν καὶ ὁ βασιλεὺς παιδευθεὶς καὶ πάντων τῶν καλλίστων μετασχὼν τῶν μὲν καὶ ἀπὸ φύσεως ὑπαρξάντων αὐτῷ, τῶν δὲ καὶ ἀπὸ παιδείας γενομένων, οὐ μέσως οὐδʼ ὥσπερ ἄλλοις τισὶν, ἀλλὰ πρὸς ὑπερβολὴν ἑκάστου, ἦν μὲν μέγα ὄφελος τῇ βασιλείᾳ καὶ πρὶν εἰς ταύτην καταστῆναι. μόνῳ γὰρ δὴ καὶ τούτῳ βασιλέων ἢ ἐν ὀλίγοις διαφερόντως ὑπῆρξε, τί οὖν ἐστι τοῦτο; ἐκεῖνοι τὸν μὲν ἄλλον χρόνον πράττουσι τὰ αὑτῶν, ἐπειδὰν δὲ εἰσέλθωσιν εἰς τὴν ἀρχὴν, τηνικαῦτα ἐπιμελεῖσθαι αὐτῆς ἄρχονται· ὁ δὲ οὕτω καθωσίωτο τῇ βασιλείᾳ ὥστε τὴν πρώτην τεταγμένος ὅπως ἔτυχε ταχθεὶς, ἀδήλου ὄντος τοῦ μέλλοντος, ὁρῶν πολλὰ τῆς βασιλείας οὐ καλῶς οὐδὲ ὁσίως διοικούμενα, ἀλλὰ πολλὴν αὐθάδειαν καὶ ὕβριν καὶ ἀκολασίαν ἐγγενομένην, οὐκ εἴα αὔξεσθαι οὐδὲ περαιτέρω χωρεῖν, ἀλλʼ ὥσπερ μεγάλου σώματος καὶ οὐχ ὑγιαίνοντος ἰώμενος τὰ ὕπουλα καὶ νενοσηκότα αὐτοῦ, ἢ καθάπερ ἵππου χαλεποῦ καὶ βιαίου κατέχων τὸ ἄγριον καὶ ἀπειθὲς, ἐκφερόμενος μὲν ὑπʼ αὐτοῦ, πολλάκις δὲ κατέχων καὶ ἀνακόπτων τὰς συνεχεῖς καὶ ἀλόγους καὶ βιαίους ὁρμὰς, ἔπραττεν αὐτῷ καὶ προεώρα τὰ συμφέροντα. τοιοῦτος μὲν δὴ πρὸ τοῦ βασιλεῦσαι ἦν. ἐπεὶ δὲ ἡ τὰ πάντα διοικοῦσα πρόνοια καὶ διατάττουσα καὶ τοῦτον ἐκάθισεν εἰς τὸν βασίλειον θρόνον τὸν δικαιότατον καὶ ὁσιώτατον βασιλέων, τί ἄν τις πρῶτον καὶ μέγιστον εἰπεῖν ἔχοι ὧν τῆς ἀγαθῆς αὐτοῦ τύχης καὶ προνοίας ἀπολαύομεν; ὃς ἁπάντων μὲν κεκινημένων καὶ μεθισταμένων, ὡς ἔπος εἰπεῖν, εἰς ἑτέραν γῆν, σαλευούσης δὲ τῆς ἀρχῆς ὥσπερ ἐν μεγάλῳ χειμῶνι ἢ σεισμῷ, κᾆτα ὥσπερ νεὼς καταδύεσθαι μελλούσης ἀποφερομένης πρὸς ἔσχατα γῆς, οὗ καὶ πρότερον ἀπεπλανήθησάν τινες τῶν ἐν ἀρχαῖς καὶ βασιλείαις γενομένων, κἄπειτα ὥσπερ ἐν λαβυρίνθῳ πολλαῖς καὶ χαλεπαῖς ἀπορίαις ἐντυχόντες, τελευτῶντες αὑτοὺς ἀπεῖπον ἀποκλεισθέντες τῆς ὀπίσω ὁδοῦ ἐπανελθεῖν μὴ δυνηθέντες, ταῦτα ὁρῶν οὐχ ὡς ἄπειρος κυβερνήτης εἴασεν ὅπως ἔτυχε φέρεσθαι οὐδὲ κινδυνεύειν, ἀλλʼ ὡς ἂν ἐμπειρότατος βασιλέων καὶ γνώμῃ προέχων πρῶτον μὲν ἐπέσχε καὶ ἔπαυσε τῆς ἐκεῖσε ὁρμῆς, ἔπειτα κατέστησεν εἰς ὅρμον ἄγων. καὶ νῦν ἡ μὲν ἐν ἀσφαλεστάτῳ ὁρμεῖ, ὥσπερ ναῦς ἐκ πολλοῦ καταστᾶσα χειμῶνος, ὁ δὲ οὕτως ἐξηγεῖται καὶ διέπει τὸ τῆς ἀρχῆς ὅνπερ χρὴ τρόπον, τὴν εὐσέβειαν μὲν καὶ δικαιοσύνην, ἔτι δὲ σωφροσύνην καὶ ἐγκράτειαν καὶ φρόνησιν καὶ τὴν ἄλλην * * κόσμου γε ἀρετήν. ἤρξατο μὲν γὰρ, ὥσπερ προσήκει, ἀπὸ εὐσεβείας, διεξῆλθε δὲ καὶ διὰ τῶν ἄλλων μερῶν τῆς ἀρετῆς. τίς μὲν γὰρ δικαιοσύνης, τίς δὲ φιλανθρωπίας, τίς δὲ τῆς ἄλλης ἀρετῆς τοσαῦτα δείγματα καὶ τοιαῦτα ὅσα καὶ οἷα ὁ βασιλεὺς οὗτος ἐξήνεγκε; καὶ πρῶτόν γε τὴν εἰς χρήματα δικαιοσύνην αὐτοῦ θεασώμεθα. τῆς γὰρ συντάξεως ὑπερβαλλούσης τῆς εἰς τὴν διοίκησεν συντεταγμένης καὶ φόρων ἐπιταχθέντων