<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg009.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg009.perseus-grc2" n="56"><p>ἀλλʼ ἔμοιγε δοκεῖ τῶν καλῶν εἶναι ἐν ἑορτῇ καὶ ἐν ἱερομηνίᾳ μεμνῆσθαί τι καὶ λέγειν περὶ τοῦ θείου καὶ φιλανθρώπου βασιλέως. οὐ γὰρ δὴ δέος γε μὴ ἐπαινεῖν αὐτὸν προελόμενοι, ἔπειτα ἀπορήσαιμεν λόγων, ἀλλὰ μὴ τοιαῦτα ᾖ τὰ ὑπάρχοντα τῷ βασιλεῖ ὥστε μηδένα εἰπεῖν</p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg009.perseus-grc2" n="57"><p>ἀξίως ἂν δυνηθῆναι περὶ αὐτῶν. ἐγὼ δὲ τῇ περὶ τἄλλα αὐτοῦ χρηστῇ καὶ φιλανθρώπῳ τύχῃ ἐπαρθεὶς καὶ τοῖς περὶ αὐτοῦ λόγοις ἐθάρρησα. διόπερ τἄλλα πάντα ἀφεὶς, ἃ τοῖς προοιμιαζομένοις λέγειν ἔθος ἐστὶ καὶ προφασίζεσθαι, τοῖς μὲν τὸ μέγεθος τῶν πεπραγμένων, τοῖς δὲ τὸν χρόνον ὀλίγον ὄντα τῶν λόγων, οὐ προσδεηθεὶς δὲ οὐδὲ τῶν Μουσῶν, ὥσπερ τινὲς τῶν ποιητῶν, οὐδʼ ἄλλης οὐδεμιᾶς ἔξωθεν βοηθείας, ἐπʼ αὐτὸν τρέψομαι τοῦ βασιλέως τὸν ἔπαινον, οὐχ ὑπʼ αὐθαδείας οὐδὲ καταφρονῶν τοῦ πράγματος, ἀλλʼ ὁρῶν τοὺς ἐν ἀρχῇ καταπραΰνοντας καὶ παραιτουμένους τρόπον τινὰ αὐτοὺς καταφρονοῦντας τῶν ὑποθέσεων ἃς ποιοῦνται τῶν λόγων. ταῦτα γὰρ λέγοντες οὐδὲν ἄλλο ἐνδείκνυσθαί μοι δοκοῦσιν ἢ τοῦτο <pb xml:id="v.1.p.99"/> μὲν ἐξ ὑπογυίου λέγοντες ὡς ἐν πλείονι χρόνῳ φροντίσαντες καὶ παρασκευασάμενοι ἴσους ἂν τῷ μεγέθει τῶν ἔργων τοὺς λόγους παράσχοιεν, οἱ δὲ δόντες ἑαυτοῖς τὸ περὶ τῶν μεγίστων δύνασθαι λέγειν ἐπαγγέλλονται, καὶ ταύτην ὑπερβολὴν τῶν ἐπαίνων σφίσιν αὐτοῖς διδόασιν. ἐγὼ δʼ οὔτε χρόνου πλῆθος ἱκανὸν οὔτε λόγον οὐδένα ὁρῶ τοῦ βασιλέως ἄξιον, οὐδʼ ὅστις αὐτὸν ἱκανῶς ἐγκωμιάσαι δυνήσεται· ὅμως δὲ οὐκ ἀποδειλιατέον, ἀλλʼ ὅση δύναμις πειρατέον εἰπεῖν. οὐδὲ γὰρ ἂν θύωμεν τοῖς θεοῖς, τὸ πρὸς ἀξίαν, οἶμαι, ὁρῶντες τοῦτο ποιοῦμεν, ἀλλʼ ὅσον δυνατὸν ἡμῖν χάριν αὐτοῖς ταύτην ἐκτίνομεν· διόπερ οὐδὲ τὸν βασιλέα δεῖ ὀκνεῖν μέλλοντας ἐπαινεῖν, ἀλλὰ θαρροῦντας ἰέναι ἐπὶ τὸν ἔπαινον αὐτοῦ. ἐκείνῳ μὲν γὰρ ἴσως ἐνδεῶς τὰ παρʼ ἡμῶν, ὑμῖν δὲ οὐκ ἐνδεῶς εἰρήσεται. ἓν μὲν οὖν τοῦτο πρῶτον καὶ μέγιστον ὑπάρχει λέγειν περὶ αὐτοῦ ὅτι καὶ πρότερον ἢ καταστῆναι εἰς τὴν ἀρχὴν ἄξιος τῆς βασιλείας ἦν. οἱ μὲν γὰρ διʼ ἑτέρων κτώμενοι τὴν ἀρχὴν ἢ παρὰ τῶν πρὸ αὑτῶν παραλαβόντες οἱ μὲν ἰσχὺν <pb xml:id="v.1.p.100"/> ἀντὶ τοῦ δικαίου προθέμενοι, οἱ δʼ ὥσπερ τινὸς γένους</p></div></div></body></text></TEI>