συγγένειαν ἀνθρώποις δείκνυσι καὶ ᾗ τῶν ἄλλων θνητῶν ἢ ζώων διαφέρομεν, ἣ θεῶν τε αὐτῶν ἔννοιαν ἔδωκεν ἀνθρώποις καὶ ἱερὰ καὶ τελετὰς καὶ τιμὰς πάσας εὗρεν, ἔτι δὲ νόμους καὶ πολιτείαν καὶ μηχανήματα πάντα καὶ τέχνας πάσας ἐδίδαξε καὶ κατεστήσατο, καὶ ψευδοῦς καὶ ἀληθοῦς ἔδωκε διάγνωσιν, ὡς δʼ εἰπεῖν, ἐποίησε τὸν βίον· τὴν μὲν δὴ ψυχὴν, ὅπερ εἶπον, σοφίᾳ καθαίρων, τὸ δὲ σῶμα ὑγίειαν διδοὺς σώζει, ἧς χωρὶς οὔτε τοῖς τῆς ψυχῆς ἀγαθοῖς χρῆσθαι οὔτʼ ἄλλης οὐδεμιᾶς εὐτυχίας ἀπολαύειν ἔστι. τοσαύτην δʼ ἔχει δύναμιν καὶ τιμὴν παρὰ θεοῖς καὶ ἀνθρώποις ὥστε ἐκ μὲν θεῶν οἴκων οὐδὲ ἐξέρχεται, οὐ πρότερόν γε ἢ ἄστρα τε ἐξ οὐρανοῦ καὶ αὐτὸς οὐρανὸς ἐξέλθοι ποτʼ ἂν τῆς αὑτοῦ χώρας, ἀνθρώπων δὲ οὓς ἂν προλίπῃ ζῶντες οἰκτείρονται μᾶλλον ἢ τελευτήσαντες. μόνος δὲ ὁμοίως μὲν βασιλεῦσιν, ὁμοίως δὲ ἰδιώταις τίμιος, ὁμοίως δὲ σοφοῖς καὶ φαύλοις, καὶ μεγάλοις καὶ ἐλάττοσι, καὶ καλῶς καὶ τοὐναντίον πράττουσι, τοῖς μὲν τῆς ὑπαρχούσης εὐδαιμονίας ὄνησιν διδοὺς, τοῖς δὲ ἀντὶ τῶν ἄλλων δυσχερῶν μόνος γιγνόμενος. τὴν δʼ αὖ μεθʼ ὑγίειαν περισπούδαστον ἀνθρώποις χρημάτων κτῆσιν καὶ ταύτην Σάραπις δίδωσιν ἄνευ πολέμων καὶ μάχης καὶ κινδύνων· οὕτω διὰ παντὸς ἡμῖν εὐμενής ἐστι τοῦ βίου καὶ οὐδεμία ἀργὸς χώρα παρείθη τῷ θεῷ τούτῳ, ἀλλὰ μεθʼ ὧν ἄνθρωπον δεῖ νοεῖν, πάνθʼ οὗτος ἐξετάζει καὶ κατὰ πᾶν μέρος εὐεργεσίαν ἔχει, ἀπὸ τῆς ψυχῆς ἀρξάμενος καὶ τελευτῶν εἰς τὰς ἔξωθεν εὐπορίας. καὶ πεποίηκεν ἡμῖν οἷον ἁρμονίαν τὸν βίον καὶ συνῆψε ταῖς δωρεαῖς, σοφίας ἐρᾶν διʼ ὑγιείας ποιήσας, ὑγίειαν δὲ ἡδίω σὺν εὐπορίᾳ καταστήσας, τῷ δὲ μέσῳ τὰ ἄκρα οἷον γόμφῳ συλλαβὼν καὶ βεβαιωσάμενος τῇ ὑγιείᾳ τὰ τῆς ψυχῆς ἀγαθὰ καὶ τὴν τῶν ὄντων ὄνησιν. πῶς οὖν οὐ τοῦτον ἀνακηρύττειν χρὴ ἐν πανηγύρεσί τε καὶ πάσαις ἡμέραις κηδεμόνα καὶ σωτῆρα πάντων ἀνθρώπων αὐτάρκη θεόν; καὶ μὴν καὶ τὰ ὅλα γε τοῦ βίου μέτρα συνέχων ἀνθρώποις καὶ ταμίας ὢν τοῦ βιωσίμου, κατὰ τοῦτʼ ἂν δικαίως ἅπαντα περιειληφέναι νομίζοιτο καὶ πάντα οἷον κυβερνᾶν ἡμῶν τὸν βίον. οἱ μὲν δὴ τῆς μεγάλης πρὸς Αἰγύπτῳ πόλεως πολῖται καὶ ἕνα τοῦτον ἀνακαλοῦσι Δία, ὅτι οὐκ ἀπολέλειπται δυνάμει περιττῇ, ἀλλὰ διὰ πάντων ἥκει καὶ τὸ πᾶν πεπλήρωκε. τῶν μὲν γὰρ ἄλλων θεῶν διῄρηνται αἱ δυνάμεις τε καὶ αἱ τιμαὶ, καὶ ἄλλους ἐπʼ ἄλλα ἄνθρωποι καλοῦσιν, ὁ δὲ ὥσπερ κορυφαῖος πάντων ἀρχὰς καὶ πέρατα ἔχει. μόνος δὲ καὶ ἕτοιμος τῷ τινὸς δεομένῳ τοῦτον καλεῖν· ὥστε καὶ ἄνθρωποι περὶ μὲν τῶν ἄλλων οὐ κατὰ τὰ αὐτὰ φέρονται, ἀλλὰ τιμῶσιν ἄλλοι ἄλλους θεοὺς, τοῦτον δὲ μόνον πάντες ὁμοίως τοῖς σφετέροις νομίζουσι. διὰ γὰρ τὸ τὰς πάντων ἔχειν δυνάμεις οἱ μὲν ἀντὶ πάντων τοῦτον θεραπεύουσιν, οἱ δὲ οἷς νομίζουσιν ἐφʼ ὁτῳοῦν καὶ τοῦτον προσνομίζουσιν ὡς κοινὸν ἁπάσης ὄντα τῆς γῆς ἐξαίρετον. οὐ μόνον δὲ τὰς ἐν τῇ γῇ πάσας ἔχει δυνάμεις οὗτος εἷς ὢν καθʼ ἑκάστην, οὐδʼ ὥσπερ ἄλλος ἄλλῃ τέτακται θεὸς, οὐδὲ κατὰ τὸν Ὁμήρου κλῆρον τριῶν μοῖραν ἔλαχε λαβὼν, ὡς τὸν Δία καὶ τὸν Ποσειδῶ καὶ τὸν Πλούτωνα ἐκεῖνος ἔφη διαλαχεῖν, ἀλλὰ καὶ ἐν θαλάττῃ μέγας οὗτος ὁ θεὸς καὶ ὁλκάδες καὶ τριήρεις ὑπὸ τούτῳ κυβερνῶνται καὶ ἐν αἰθέρι καὶ νεφέλαις, ἐκείνῳ μέλειν γῆς καὶ θαλάττης ἀνάγκης λόγος αἱρεῖ. Ὅμηρος μὲν οὖν ἔφη τὴν γῆν ἐπίκοινον λελεῖφθαι καὶ τὸν Ὄλυμπον τοῖς θεοῖς, ὁ δὲ γῆς τε κληροῦχος αὐτὸς διαφέρων καὶ τῶν ἰδίων αὖ τῶν ἄλλων μερῶν κοινωνὸς ἑκάστῳ προσφαίνεται, πάντα αὐτὸς εἷς ὢν ἅπασιν, εἷς ταυτὸν δυνάμενος, πάσας πράξεις καὶ πάσας εὐπορίας ἐν ἅπασι καιροῖς καὶ τόποις συγκατεργαζόμενος, γῆς καὶ θαλάττης, φαῖεν ἂν ποιηταὶ, κλῇδας ἔχων, ἐπεὶ καὶ μετὰ τὴν ἀναγκαίαν τοῦ βίου τελευτὴν ἔτι οὗτος ἄρχων ἀνθρώποις μένει. καὶ παρὰ τοῦτον δεῖ βαδίζειν παρʼ αὐτοῦ, τοῦτο δὴ τὸ λεγόμενον οἴκοθεν οἴκαδε, ὡς αὐτόν. χώρους τε ὁ διαιρῶν ἑκάστοις οὗτός ἐστι πρὸς ἀξίαν τῆς ἐν τῇ γῇ διαίτης καὶ δίκης τῆς τῶν ὕστερον γιγνομένων, ἡμέρας μὲν τὰ ὑπὲρ γῆς ἐπιὼν, νυκτὸς δὲ τὰς ἀθεάτους ζῶσι κρίσεις ποιούμενος, σωτὴρ αὐτὸς καὶ ψυχοπομπὸς, ἄγων εἰς φῶς καὶ πάλιν δεχόμενος, πανταχῆ πάντας περιέχων. εἰ δέ του θεῶν, καὶ Σαράπιδος μνησθεὶς ἀνὴρ εὐθυμίας ἅμα καὶ δέους ἐμπίπλαται. φιλανθρωπότατος γὰρ θεῶν καὶ φοβερώτατος αὐτὸς, τὸν λυσιτελῆ φόβον ἀνθρώποις ἔχων, ὅπως μήτε ποιήσουσι μήτε πείσονται κακῶς ἀλλήλους μηδʼ ὑπʼ ἀλλήλων. πρὸς δʼ οὖν τὸν ἔλεον μᾶλλον τέτραπται καὶ ὅπερ εἶπε περὶ πάντων τῶν θεῶν Ὅμηρος, στρεπτοὺς εἶναι καὶ παραιτητοὺς, μάλιστα οὗτος βεβαιοῖ, τοσαύτας στρέφεται στροφὰς ἐπὶ σωτηρίᾳ τῶν ἀεὶ δεομένων. καὶ τοίνυν καὶ θυσιῶν μόνῳ τούτῳ θεῷ διαφερόντως κοινωνοῦσιν ἄνθρωποι τὴν ἀκριβῆ κοινωνίαν, καλοῦντές τε ἐφʼ ἑστίαν καὶ προϊστάμενοι δαιτυμόνα αὐτὸν καὶ ἑστιάτορα, ὥστε ἄλλων ἄλλους ἐράνους πληρούντων κοινὸς ἁπάντων ἐράνων οὗτός ἐστι πληρωτὴς, συμποσιάρχου τάξιν ἔχων τοῖς ἀεὶ κατὰ ταυτὸν συλλεγομένοις. ὥσπερ Ὅμηρος ἔφη τὴν Ἀθηνᾶν αὐτὴν ἅμα σπένδειν τε καὶ τελεῖν ἕκαστα, αὐτὸς ὢν ὁμόσπονδός τε καὶ ὁ τὰς σπονδὰς δεχόμενος, ἐπὶ κῶμόν τε ἀφικνούμενος καὶ καλῶν ὡς αὑτὸν κωμαστὰς, οἳ χορεύοντες ὑπʼ αὐτῷ τὴν ἀδεᾶ κακῶν χορείαν, ἅμα τοῖς στεφάνοις τὴν ἀγαθὴν εὐθυμίαν οἴκαδε εἰσενεγκάμενοι, τὴν δευτέραν ἀποδιδόασιν ἐπικαλεσάμενοι. παραπλησία δὲ καὶ ἡ κατὰ τὰ ἄλλα πρὸς αὐτὸν κοινωνία ὁμότιμος, οὐ πρὸς ὁμότιμον, οἷον ἐμπόρων καὶ ναυκλήρων, οὐ μόνον δεκάτας ἀναγόντων, ἀλλὰ καὶ μερίτην ἐξ ἴσου ποιουμένων, ὥσπερ συνέμπορον καὶ κοινωνὸν τῶν διὰ μέσου πάντων· ἐπὶ τοσοῦτον ἀνθρώποις ἐγκαταμέμικται. οὗτός ἐστιν ὁ τῷ ὄντι ταμίας ἀνέμων πολὺ μᾶλλον ἢ ὁ νησιώτης, ὃν Ὅμηρος ἐποίησεν, οὗτος κύριος ἠμὲν παυέμεναι ἠδʼ ὀρνύμεν ὅν κʼ ἐθέλῃσιν· οὗτος ὕδωρ ἀνῆκε πότιμον ἐν μέσῃ θαλάττῃ, οὗτος κειμένους ἀνέστησεν, οὗτος περισπούδαστον ἡλίου φῶς τοῖς θεαταῖς ἔδειξεν, ὧν ἱεραὶ θῆκαι βίβλων ἱερῶν ἀπείρους ἀριθμοὺς ἔχουσι. μεσταὶ δὲ ἀγοραὶ, φασὶ, καὶ λιμένες καὶ τὰ εὐρύχωρα τῶν πόλεων τῶν καθʼ ἕκαστα ἐξηγουμένων. ἐμοὶ δʼ ἐγχειροῦντι λέγειν ἀπέραντον ἡμερῶν πλῆθος ἐπιρρυὲν ἀτέλεστον ὁμοίως ἕξει τὸν κατάλογον. οὐδὲ γὰρ ἕστηκεν αὐτοῦ τὰ ἔργα, οὐδὲ τοσαῦτά ἐστιν ὁπόσα γέγονεν, ἀλλʼ ἐφʼ ἡμέρᾳ καὶ νυκτὶ πρόσεισιν ἄλλα ἐπʼ ἄλλοις. καὶ ὥσπερ τοῦ παντὸς αἰῶνος καθʼ ἡμέραν ἑκάστην προϊόντος οὐκ ἔστιν εἰπεῖν τὸ ἀπανηλωμένον, ἀλλʼ ἀεὶ τὸ ἴσον λείπεται, οὕτως οὐδʼ ὧν ὁ θεὸς ἔργων ἐργάζεται οὐκ ἔνεστιν εἰπεῖν πότερʼ ἃ εἰλήφαμέν ἐστι τὰ πλείω, ἢ τὰ μέλλοντα ἔσεσθαι· τοσαῦτα γίγνεται. εἰ δή τις οὖν ταῦτα καταλέγειν ἐπιχειροίη, τὰ ἐκφεύγοντα διώξεται, οἷον οἱ τὰ τῶν ποταμῶν ῥεύματα κατόπιν διώκοντες, καὶ ὅμοιον ποιήσει ὥσπερ ἂν εἰ πάντα τὸν αἰῶνα ἀξιοίη ζῆν· πάντως γὰρ αὐτῷ δεήσει. ἀλλὰ ταῦτα μὲν ἀνὰ χρόνους ἄλλα ἄλλοι βοήσονται, οἱ μὲν ἐν σφίσιν αὐτοῖς, οἱ δὲ ἐν ἑτέροις ὁρῶντες γιγνόμενα. καὶ ἡμῖν ἤδη προειρήσθω κοινῷ λόγῳ ὥσπερ ἐν σπονδῶν ἀπαγγελίᾳ. πάντως οὐ δέος μὴ ψευσώμεθα. ὃ δʼ οὖν ὑπεθέμεθα ἐν ἀρχῇ, διὰ πάντων δείκνυται, οἷς τὸ ἀνθρώπειον φῦλον ἄγεται, ταῦτʼ εἶναι ἔργα Σαράπιδος καὶ μηδέποτε ἐκφεύγειν ἡμᾶς τὸ τούτου κράτος, ἀλλὰ καὶ σώζειν, καὶ ὕστερον εἶναι τὴν παρὰ τούτου πρόνοιαν. προέστηκε δὲ καὶ πάντων ζώων γενέσεως καὶ τροφῆς, καὶ πολλὰ τῶν ἱερῶν θρεμμάτων, ὥσπερ ἄνθρωποι, πρὸς τοῦτον διαιτᾶται. οὗτος ἄγει Νεῖλον ὥρᾳ θέρους, οὗτος χειμῶνος ἀνακαλεῖ, οὗτος δύο καὶ τετταράκοντα ἱερὰ κατʼ Αἴγυπτον, οὗτος πάντας τοὺς ἐν τῇ γῇ νεὼς συνέχει τε καὶ κοσμεῖ, φύλαξ τῶν φανερῶν καὶ τῶν ἀπορρήτων, ἡγεμὼν ἀνθρώπων καὶ δαιμόνων· καὶ ἡμῶν ἤδη μεταστρέψει τὸν λόγον πρὸς αὑτὸν, καὶ προσειποῦσιν ὥρα κατεπαύειν. ὦ τὴν καλλίστην ὧν ἐφορᾷς κατέχων πόλιν, ἥ σοι τὴν διʼ ἔτους πανήγυριν πληροῖ, ὦ κοινὸν ἅπασιν ἀνθρώποις φῶς, ἡμῖν τε δὴ πρώην περιφανῶς γενόμενος, ὅτʼ ἐπιρρεούσης τῆς θαλάττης καὶ πολλῆς πάντοθεν αἰρομένης καὶ οὐδενὸς ὁρωμένου πλὴν τοῦ μέλλοντος καὶ σχεδὸν ἤδη παρόντος ὀλέθρου, χεῖρα ἀντάρας, οὐρανόν τε κεκρυμμένον ἐξέφηνας καὶ γῆν ἔδωκας ἰδεῖν καὶ προσορμίσασθαι, τοσοῦτον παρʼ ἐλπίδα ὥστʼ οὐδʼ ἐπιβᾶσι πίστις ἦν. τούτων τε δή σοι πολλὴ χάρις, ὦ πολυτίμητε, καὶ τὰ νῦν μὴ πρόῃ με, ἀλλʼ ἀνάσωσον βεβαίως, τόν τε ὕμνον τόνδε ὡς ἐν τοιούτοις πεποιημένον προσοῦ φαιδρῶς, χαριστήριον μὲν ἐκείνων τῶν ἔμπροσθεν, ἱκετηρίαν δὲ καὶ παράκλησιν περὶ τῶν μελλόντων, ἡδίω καὶ βελτίω τῶν παρόντων γενέσθαι.