δυνάμει τὴν λαμπρότητα ἐκτήσαντο. Ἀσκληπιάδαι δὲ ἐκ Μαχάονος ἀρξάμενοι καὶ Ποδαλειρίου κοινὴ πᾶσιν ἀσφάλεια καὶ σωτηρία τοῖς ἀνθρώποις γεγόνασι, τὴν τοῦ προγόνου διασωσάμενοι τέχνην, ὥσπερ ἄλλο τι σύμβολον τοῦ γένους. πρὸς δὲ καὶ ἡ τύχη τῆς προαιρέσεως ἀξία. οὔτε γὰρ ἠλάθησαν οὔθʼ ἱκέτευσαν εἰς πόλιν οὐδεμίαν, ἀλλὰ διεξῆλθον καθαροὶ συμφορῶν, μιᾷ φατρίᾳ καὶ μιᾷ γνώμῃ καὶ τύχῃ χρησάμενοι διὰ τέλους. ἐπάνειμι δὲ ὅθεν ἐξέβην, ἐπὶ τοὺς ἀρχηγέτας τε καὶ τοὔνομα πρώτους λαβόντας τὸ τῶν Ἀσκληπιαδῶν. οἱ δὲ ἕως μὲν ἦσαν ἐν ἀνθρώποις, στρατείαις καὶ ὁμιλίαις καὶ γενέσει παίδων πρεπόντων ἑαυτοῖς, καὶ συλλήβδην ἁπάσῃ τῇ πολιτικῇ δυνάμει τὰς πόλεις ὠφέλουν, οὐ μόνον τὰς τοῦ σώματος νόσους ἐξαιροῦντες, ἀλλὰ καὶ τὰ τῶν πόλεων νοσήματα ἰώμενοι, μᾶλλον δὲ οὐδʼ ἐγγίγνεσθαι τὴν ἀρχὴν ἐῶντες, ἀπʼ ἀμφοῖν σώζοντες τοὺς ὑπηκόους, καὶ τῇ τέχνῃ τὴν ἀρχὴν ἀκόλουθον κατασκευασάμενοι. ἐπεὶ δὲ κρείττους ἦσαν ἢ παρʼ ἡμῖν μένειν, οἱ δὲ ὑπὸ τοῦ πατρός τε καὶ τῶν προγόνων ἀποδύντες τὰ σώματα εἰς ἕτερον θεσμὸν ἔρχονται, οὐχ ὥσπερ Μενέλεώς τε καὶ ὁ ξανθὸς Ῥαδάμανθυς, εἰς τὸ Ἠλύσιον πεδίον καὶ τὰς ἔξω νήσους, ἀλλʼ ἀθάνατοι γενόμενοι τὴν γῆν διέρχονται, τοσοῦτον τῆς ἀρχαίας φύσεως ἀποστάντες ὅσον τὴν ἡλικίαν φυλάττουσι. καὶ αὐτοὺς πολλοὶ μὲν ἤδη ἐν Ἐπιδαύρῳ εἶδόν τε καὶ ἔγνωσαν ἐμφανῆ κινουμένους, πολλοὶ δὲ ἄλλοθι πολλαχοῦ· ὃ καὶ μέγιστον ἔστω κατʼ αὐτῶν. Ἀμφιάραος μὲν γὰρ καὶ Τροφώνιος ἐν Βοιωτίᾳ καὶ Ἀμφίλοχος ἐν Αἰτωλίᾳ χρησμῳδοῦσί τε καὶ φαίνονται, οὗτοι δὲ πανταχοῦ τῆς γῆς διᾴττουσιν, ὥσπερ ἀστέρες, περίπολοι κοινοὶ καὶ πρόδρομοι τοῦ πατρός. ὁσαχοῖ δὲ Ἀσκληπιῷ εἴσοδοι, καὶ τούτοις κλισιάδες τε αὐτοῖς ἀνεῖνται πανταχοῦ γῆς καὶ διὰ πάντων ἡ κοινωνία τῷ πατρὶ σώζεται, νεῶν,