παῖδας συνεργούς τε καὶ διαδόχους τῆς σφετέρας ἐπιστήμης ὡσπερεὶ κεφάλαιον τοῦτο ἐπέθηκαν τῶν εἰς τοὺς Ἕλληνας εὐεργεσιῶν, προσθήσω δὲ καὶ εἰς ἅπαντας ἤδη, ἵνα μή ποτε ἐπιλίπῃ τὸ τῶν ἀνθρώπων γένος ἡ παρʼ αὐτῶν ἐπικουρία καὶ χάρις, ἀλλʼ ὦσιν ἐκ προγόνων τε καὶ ἐκγόνων σωτῆρες ἀθάνατοι τῆς φύσεως, τὸν ἅπαντα χρόνον κατʼ ἀνθρώπους πολιτευόμενοι καὶ συνόντες ἅπασιν ὥσπερ τοῖς ἐφʼ αὑτῶν. καὶ γάρ τοι κατέλυσαν μὲν τοὺς ἐν Αἰγύπτῳ βεβοημένους, τὰς δʼ εὐεργεσίας σύμβολον τοῦ γένους ἐποιήσαντο. ἵδρυνται δὲ οὔτε ἐν Θετταλίᾳ οὔτε ἐν τοῖς τῶν Κώων προαστείοις, ἀλλὰ πάντα ἰατρικῆς ἐνέπλησαν, ὥσπερ ὁ Τριπτόλεμος σίτου διὰ τῶν σπερμάτων· πάντα γὰρ ἐκ τούτων καὶ παρὰ τούτων ἐξεφοίτησε. καὶ καθάπερ τὴν Μήδειάν φασι διὰ τοῦ Θετταλῶν πεδίου φεύγουσαν, ἐκχυθέντων τῶν φαρμάκων, ποιῆσαι Θετταλίαν ἅπασαν πολυφάρμακον, οὕτως ἡ τούτων ἐπιστήμη τε καὶ φιλανθρωπία χυθεῖσα ἐπὶ πλεῖστον πάσας μὲν πόλεις Ἑλλήνων, πολλοὺς δὲ καὶ τῶν βαρβάρων τόπους ἐκόσμησέ τε καὶ κοσμεῖ, καὶ προσέτι γε ἔσωσε καὶ σώζει, καὶ ὁ τρίτος ἐπʼ ἀμφοῖν προσέστω χρόνος. εἰ δʼ ἀνὴρ εἷς ἀπὸ τούτων Ἱπποκράτης ἔφυ κληρονόμος τῆς τέχνης, διὰ πάντων ἰδιωτῶν τῶν μέσων ἱκανὴ τῇ τε γῇ φορὰ καὶ χάρις τούτοις παρʼ ἀνθρώπων ἦν ἂν τῆς σπορᾶς· νῦν δὲ ὥσπερ ἔθνος τὸ τῶν Ἀσκληπιαδῶν κατεσκευάσθη διʼ αἵματος τὴν τέχνην σῶζον, οὕτω θεία μοῖρα ἡγήσατο Μαχάονι καὶ Ποδαλειρίῳ τῆς γενέσεως. μάθοι δʼ ἄν τις τοῖς Ἡρακλείδαις αὐτοὺς ἀντεξετάζων τῆς χρείας ἕνεκα τῆς κοινῆς καὶ τῆς ἰδίας τύχης. Ἡρακλεῖδαι γὰρ ἓν μὲν καὶ πρῶτον ἐσκεδάσθησαν καὶ οὐχ ἓν σύνταγμα αὐτῶν ἐγένετο, ὡς δʼ εἰπεῖν οὐδὲ ἓν φῦλον. οὐ γὰρ ἦσαν ὁμότιμοι, ὥστε ἀλλήλοις ἀντὶ ξένων καθειστήκεσαν· ἔπειθʼ ὅσον αὐτῶν ἦν κράτιστον, οὔτε συμφορῶν ἄμοιρον λέγεται γενέσθαι τήν τε πατρῴαν οὐ παντελῶς διασώσασθαι τέχνην. οὐ γὰρ ταῖς εἰς τὸ κοινὸν εὐεργεσίαις, ἀλλὰ τῇ καθʼ αὑτοὺς