<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg007.perseus-grc2" n="43"><p>παρείχοντο τοῖς Ἀχαιοῖς καὶ οὐχ ὅσον ἰατροὶ συνῆσαν, ἀλλὰ καὶ τοῖς ὅπλοις ὠφέλουν, καὶ πολλάκις μὲν δὴ τῶν πολεμίων τροπὴν ποιήσασθαι λέγονται, τὸ δʼ ἁλῶναι τὴν Τροίαν καὶ παντάπασιν ἦλθεν εἰς αὐτοὺς τῇ τε ἄλλῃ καὶ τὴν Φιλοκτήτου νόσον, ἣν Ὀδυσσεὺς καὶ Ἀτρεῖδαι προκαταγνόντες ἀνίατον εἶναι Φιλοκτήτην οὐχὶ δικαίως ἐν Λήμνῳ κατέλιπον, οὗτοι δὲ δέκα ἔτεσιν αὐξηθεῖσαν ἰάσαντο. καὶ γίγνεται Φιλοκτήτης τε ἐνεργὸς τοῖς Ἀχαιοῖς καὶ Φιλοκτήτῃ τὰ βέλη τοῦ Ἡρακλέους χρήσιμα τῇ ʼκείνων τέχνῃ. ἐπεὶ δὲ ἑάλω Τροία, προειδότες τὰς ἐσομένας ὕστερον Ἑλλήνων εἰς τὴν Ἀσίαν ἀποικίας καὶ ἅμα βουλόμενοι τῆς αὐτῶν εὐεργεσίας ὅτι πλείστους ἀπολαύειν, τοῦτο μὲν Τευθρανίαν ἡμεροῦσιν εἰς ὑποδοχὴν τοῦ πατρὸς, τοῦτο δὲ, ὡς ὁ Κώων λόγος, πλεύσαντες εἰς Κῶ τὴν Μεροπίδα, ἣν οἰκουμένην ὑπὸ Μερόπων Ἡρακλῆς ἐκ Τροίας ἀνιὼν ἔτι πρότερον ἀδικίαν ἐγκαλέσας ἐπόρθησεν, οἰκίζουσί τε καὶ εἰς ἤθη πρέποντα τῇ φύσει τῆς χώρας κατέστησαν, τὸ λεγόμενον περὶ τοῦ προγόνου τοῦτο, ὡς ἔοικε, μιμησάμενοι. Ἀπόλλω τε γάρ φασιν οἱ ποιηταὶ τὴν Δῆλον φερομένην πρότερον στῆσαι κατὰ τοῦ πελάγους ἐρείσαντα, ἐπειδὴ πρῶτον ἐν αὐτῇ ἐγένετο, καὶ οὗτοι τῆς Μεροπίδος τότε ἐπιβάντες, προκρίναντες ἁπασῶν εἶναι καλλίστην, ὅσαι παραπλήσιαι μέγεθος, ἰάσαντό τε καὶ ἀπέφηναν <pb xml:id="v.1.p.75"/> ἐμβατὸν πᾶσιν Ἕλλησι καὶ βαρβάροις, πρότερον σφαλερὰν καὶ ὕποπτον οὖσαν, καὶ τὴν εὐδαιμονίαν κυρίαν τῇ νήσῳ κατέστησαν. οἶμαι δὲ καὶ Ῥοδίοις πολλῶν ἐκ πολλοῦ σεμνῶν ὑπαρχόντων ἐν πρώτοις εἶναι τὴν ἐκείνων ἀρχὴν, ἣν αὐτοὶ προκρίναντες εἵλοντο σφῶν ἄρχειν Ἀσκληπιάδας, Ἡρακλειδῶν ποιησάμενοι διαδόχους. ἔσχον δὲ καὶ τὸν Καρικὸν τόπον καὶ Κνίδον τὴν τῆς Ἀφροδίτης ἱεράν· ὅ τι γὰρ ἢ ὁ ἕτερος ἢ ἀμφότεροι, κεκοινωνήσθω τὰ νῦν. ἀπέλαυσε δέ τι καὶ Κύρνος αὐτῶν.</p><p rend="align(indent)">ἀλλὰ ταῦτα μέν ἐστι λόγων πολλῶν. ποιησάμενοι δὲ </p></div></div></body></text></TEI>