κλῦτε φίλοι, θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος, ἔφη αὐτὸ τὸ ὄναρ. ταύτην γὰρ δὴ ἐδόκουν ἀρχὴν ποιεῖσθαι τοῦ λόγου, ὡς ὕπαρ τὸ ὄναρ σκοπῶν ἐπʼ ἐμαυτοῦ· ἐχέτω δὴ καὶ τὸ ἐνύπνιον ὡς ὕπαρ, καὶ τὸ δρώμενον ὡς ἡ πρόρρησις εἶχεν. ἦν δὲ ὁ νοῦς ἄρα ἐγκώμιον ποιῆσαι Ποδαλειρίῳ· τὸ μὲν πρῶτον Ποδαλειρίῳ, μετὰ δὲ τοῦτο ὑπήχθην εἰς Μαχάονα. ἀποροῦντι δέ μοι ὁπότερον χρὴ ἐπαινεῖν, τέλος ἔδοξεν ἀμφοτέρους. οὔτε γὰρ ἔτι θεμιτὸν εἶναι παραλιπεῖν τὸν ἕτερον, ἐπειδή γε ἀμφοῖν ἔσχον ἔννοιαν, ὁπότερός τε εἴη ὁ ἐκ τοῦ ὀνείρατος, ἓν ἔσεσθαι πάντως ἀμφοῖν ἐπαινουμένων· καὶ ἐμοὶ πρός τε ἐκεῖνον καὶ πρὸς ἀμφοτέρους ἕξειν καλῶς. εἶεν. θεοῦ δὴ προβαλόντος, πότερον δεδιέναι χρὴ μειζόνως ἢ θαρρεῖν, δεδιέναι μὲν ἀνάγκη, μὴ χεῖρον ἐπιδειξώμεθα ἐν τοσούτῳ κριτῇ, αἱ δὲ ἐλπίδες καλλίους· αὐτῷ γὰρ μελήσειν εἰκός. οὐ γὰρ ἂν προὔβαλεν, εἰ μὴ κατὰ νοῦν ἔμελλεν αὐτῷ γενήσεσθαι τὸ συμβαῖνον ἐκ τοῦ λόγου. πρὸς δὲ καὶ καλέσαι βοηθὸν τῷ λόγῳ θαυμαστῶς ὡς εἰς ἐπιτήδειον καθέστηκεν. εἰ γὰρ οἱ ποιηταὶ τὰ δοκοῦνθʼ ἑαυτοῖς ὥστʼ εἰπεῖν τὸν Ἀπόλλω καὶ τὰς Μούσας καλοῦσιν, ἦ που καλλίων ἡ κλῆσις ἡμῖν, ὅταν αὐτοῦ τοῦ προβαλόντος δεώμεθα μουσηγέτην ἅμα τῷ πατρὶ γενέσθαι. ἀλλʼ ὦ πολλὰ δὴ πολλάκις κληθεὶς, ἔχω δʼ εἰπεῖν ὅτι καὶ παραδείξας καὶ ἄλλα καὶ περὶ αὐτοὺς τοὺς λόγους, ἔξαγε καὶ νῦν ὅπη σοι φίλον τὸν