εἴληχε τὴν προεδρίαν. εἰ δʼ ὀρθὴ δόξα τοῦ Θασίου ξένου ἤτοι Μακεδόνος γε, ὃς ἔφη ποτὲ παιᾶνα δόξαι ᾁδειν ὑπʼ ἐμοῦ πεποιημένον, εἶναι δʼ αὐτῷ τοῦτο ἐπᾳδόμενον, ἰὴ Παιὰν Ἥρακλες Ἀσκληπιὲ, εἰ ταῦτʼ ἀληθῆ καὶ κύρια, καλὸν ἄν τι χρῆμα καὶ τοῦτο συζυγίας πεφηνὸς, ὁ καλλίνικος ἅμα τῷ σωτῆρι. οὕτω καὶ ἐν πόνοις καὶ ἐν θυμηδίαις καὶ ἐν θεραπείαις σώματος καὶ πανταχοῦ καιρὸν ἔχων ἐστὶν ὁ θεός. ἅπασι μὲν οὖν ἀνθρώποις ἐν μνήμῃ καὶ τιμαῖς Ἡρακλῆς, ἐμοὶ δέ τι καὶ φιλίας ἴδιον πρὸς αὐτόν ἐστιν, ἔκ τινος φωνῆς θείας γενομένης. ἐδόκει δὲ ἥκειν ἐκ τοῦ μητρῴου. παρεκελεύετο δὲ ἀνέχεσθαι τὰ συμπίπτοντα, ἐπειδή γε καὶ Ἡρακλῆς Διὸς παῖς ὢν ἠνέσχετο. οὗτός σοι, ὦ φίλε Ἡράκλεις, ὁ παρʼ ἡμῶν λόγος ἀντʼ ἄλλου μέλους ᾐσμένος κατὰ τὴν τοῦ ἐνυπνίου δόξαν, ἣν ἐδόκουν Ἡρακλέους ἔπαινον λέγειν ἐν προθύροις Ἀπόλλωνος.