τί δʼ ἄν τις τὰ πολλὰ λέγοι; ἔτι γὰρ καὶ νῦν ἐναργὴς ἡ κίνησις τοῦ θεοῦ. τοῦτο μὲν, ὡς ἀκούομεν, περὶ Γάδειρα θαυμαστὰ οἷα ἐργάζεται καὶ νομίζεται δεύτερος οὐδενὸς τῶν πάντων θεῶν, τοῦτο δὲ ἐν Μεσσήνῃ τῆς Σικελίας νόσων τε ἁπασῶν ἐκλύεται καὶ τοὺς ἐν τῇ θαλάττῃ κινδύνους οἱ διαφυγόντες ἐξ ἴσου Ποσειδῶνί τε καὶ Ἡρακλεῖ τὴν εὐεργεσίαν λογίζονται. πολλὰ δʼ ἂν καὶ ἄλλα ἔχοι τις χωρία καὶ ἱερὰ τοῦ θεοῦ καταλέγειν καὶ δυνάμεις ἐμφανεῖς. ἀλλὰ τί δεῖ τὰ πόρρω λέγειν; ἀλλὰ τὸ στρατήγιον ἡμῖν Ἡράκλειον ἔοικεν εἶναι. κἀν τούτῳ πολλάκις ἤδη παίζων ὤφθη σφαίραις τισὶν Ἡρακλείοις. αὗται δέ εἰσι λίθοι στρογγύλοι σταθμὸν ἄγοντες οὐκ ὀλίγον. τούτων κτύπος τε ἀκούεται καὶ αὐτοὺς ἑτέρωθεν ἑτέρωθι φέρων τίθησι. θαυμαστὰ δὲ καὶ τὰ τῆς ἄλλης ἐπιφανείας· ὥστε καίπερ οὕτω κοινὸν ὂν τὸ στρατήγιον ταῖς ἀκριβείαις ταῖς περὶ τὸν θεὸν ἀντʼ ἀδύτου καθέστηκε. τί δʼ ἂν εἴποις· τὴν περιβόητον κλῆσιν ἔν τε δὴ κωμῳδίαις καὶ τραγῳδίαις καὶ πᾶσι λόγοις, ἔτι καὶ νῦν παντὸς ὡς εἰπεῖν ὦ Ἡράκλεις βοῶντος ἐπὶ ἅπαντι τῷ χρείας ἱσταμένῳ, τοῦτο δὴ τὸ τοῦ Σοφοκλέους, ἆρʼ οὐ μέγιστον ὑπόμνημα καὶ σύμβολον εἶναι τῆς ἐκείνου δικαιοσύνης καὶ δυνάμεως καὶ ὡς τῆς ἀνθρωπείας προὔστη φύσεως πάντας ἄγων πρὸς τὸ βέλτιστον; διʼ ἃ δὴ καὶ οἱ κατʼ αὐτὸν ὄντες τότε ἐκάλουν εἰς ἅπαντα, καὶ νῦν ἐμμεμένηκε τὸ ῥῆμα ἀπὸ τῆς ἀρχαίας συνηθείας. αἱ τοίνυν ἐπωνυμίαι καλλίνικός τε καὶ ἀλεξίκακος ἡ μὲν μόνῳ θεῶν, ἡ δʼ ἐν τοῖς πρώτοις δέδοται. Κῶοι δὲ, ὡς ἐγὼ μέμνημαι, καὶ ἄλεξιν τὸν Ἡρακλέα νομίζουσι. καὶ αὐτοῖς ἕστηκεν Ἡρακλῆς ἐκ θεοπροπίου ἐπηρμένος τῷ νώτῳ τὸ ῥόπαλον ὡς κύριος ὢν καὶ τὸν οὐρανὸν εἰς συμμετρίαν ἄγειν. οὐ τοίνυν τοσαῦτʼ ἄν τις ἔχοι μόνον εἰπεῖν περὶ τοῦ θεοῦ, ὧν τὰ μὲν, ἡνίκʼ ἐν ἀνθρώποις ἦν, τὰ δὲ καὶ νῦν ἔτι φαίνεται πράττων αὐτὸς ἐφʼ ἑαυτοῦ. ἀλλὰ καὶ ἡ τῶν παίδων γένεσις ἐν πρώτοις ἂν εἴη· οὓς ἐκεῖνος ἐποιήσατο σωτῆρας κοινοὺς τῆς Ἑλλάδος καὶ τῆς αὐτοῦ