ἔφερον. ἀρξάμενος δὲ ἀφʼ ἑστίας ἐκάθηρε τὴν Ἑλλάδα, ἔπειτα δὲ καὶ τὸ κοινὸν γένος τῶν ἀνθρώπων, πάντας ἐφεξῆς ἐπιὼν, τούς τε ἐν ταῖς νήσοις καὶ τοὺς κατʼ ἤπειρον, οὐδὲν τῶν εἰς εὐεργεσίαν φερόντων ἐλλείπων, ἀλλὰ τὰ μὲν θηρία χειρούμενος, ὧν ὑπὸ πλήθους καὶ μεγέθους ἀοίκητα ἦν τὰ πολλὰ τῆς χώρας, τοὺς δὲ τυράννους ἀναιρῶν ὃν ἑκάστους αὐτῶν προσῆκε τρόπον, τὰς δὲ πόλεις σωφρονίζων τὰς μὲν τοῖς νόμοις, τὰς δὲ τοῖς ὅπλοις, λῃστὰς δὲ χερσαίους τε καὶ θαλαττίους καὶ πάντας ὅσοι ῥώμῃ σώματος θαρροῦντες ὕβριζον εἰς τοὺς ἐλάττους πανωλεθρίᾳ διαφθείρων, ὁμοίως ἔν τε τῇ Ἑλλάδι καὶ τῇ βαρβάρῳ. πάντα γὰρ τὰ τῇ φύσει πολέμια ἐχθρὰ ἡγήσατο ἑαυτοῦ, καὶ μόνος τῶν εἰς γῆν ἐλθόντων εἰς κοινὸν ἅπασιν ἐνομοθέτησεν, οὐ μόνον ἀνθρώποις, ἀλλὰ καὶ θηρίοις ὡς εἰπεῖν, ὅς γε καὶ τὰς ὄρνις τὰς περὶ Στύμφηλον διαφθειρούσας τὰ πολλὰ τῆς Ἀρκαδίας εὗρεν ὅπως ἐκβάλῃ, ὥσπερ οὐ μόνον γῆν καὶ θάλατταν, ἀλλὰ καὶ τὸν ἀέρα αὐτῷ προσῆκον ἐλευθεροῦν. καὶ μὴν ὅσα μὲν ποταμῶν ῥεύμασιν ἢ λίμναις ἐπιέζετο, γῆν καθίστη ξηρὰν, ὅσα δʼ αὖ τῆς ἐξ ὕδατος καθάρσεως ἐδεῖτο, τοὺς ποταμοὺς ἐφιεὶς οὐ μόνον φορητὰ ἰδεῖν, ἀλλὰ καὶ ἐνεργὰ ἀπέφαινε. καὶ οὕτω δὴ κατειργάσατο γῆν καὶ θάλατταν καὶ ποταμοὺς καὶ λίμνας καὶ ἀέρα καὶ πέτρας καὶ ἄνδρας καὶ πόλεις, τοὺς νόμους τοῖς ὅπλοις συγκεραννὺς, ὥστε τῆς ἐκείνου δυναστείας μηδὲν εἶναι μήτε λαμπρότερον μήτε λυσιτελέστερον χρήσασθαι. βίᾳ μὲν γὰρ ἀρρήκτῳ οὐδὲν αὐτὸν ἐξέφυγε τῶν ἐγχειρισθέντων, δικαιοσύνης δὲ ὑπερβολῇ πάντʼ ἐγίγνετο ἐπʼ ὠφελείᾳ τοῦ κοινοῦ γένους. ἐκ δὲ τούτων ποιηταὶ Προμηθέας τε ὑπʼ αὐτοῦ λυομένους συνέθεσαν, ὡς καὶ ὅσα δήσειεν ὁ Ζεὺς, ταῦτʼ ἐξὸν Ἡρακλεῖ λῦσαι, καὶ τὸν Ἄτλαντα ὡς ἀπέπαυσε διαδεξάμενος καὶ ἀνασχὼν τὸν οὐρανὸν αὐτὸς, καὶ τὸν Κέρβερον ὡς ἀνήγαγεν ἐξ Ἅιδου καὶ μετʼ αὐτοῦ Θησέα τὸν τῶν Ἐρεχθειδῶν, καὶ ὡς Πλούτωνα καὶ Ἥραν τρώσειε, καὶ τοὺς Γίγαντας ὡς χειρώσαιτο ἐπίκουρος τοῖς θεοῖς γενόμενος· τὰ δʼ οἶμαι