τίνος μὲν οὐ λαμπρότερα τῶν Ἑλληνίδων; τίνος δὲ οὐκ ἐπισημότερα ἢ κατὰ γῆν ἢ κατὰ θάλατταν; τίνων δὲ ἔργα καὶ πράξεις περιφανέστεραι; ἀλλὰ γὰρ οὐ πολέμων ὁ παρὼν καιρός· ὥστʼ οὐδὲ ἡ μνήμη ἐν καιρῷ ἂν ἐρρήθη τῶν τοιούτων, πανηγυριζόντων τε τῶν Ἑλλήνων καὶ ὁμονοούντων ἐν τῇ καλλίστῃ τῶν πανηγύρεων τῇδε καὶ ὀνομαστοτάτῃ, διὰ δυοῖν δὶς εἰς ἓν συνιούσῃ, διπλασιαζομένῃ τε παρὰ τὰς ἄλλας καὶ προσιούσῃ, καὶ φθανούσῃ τὰς λοιπὰς καὶ αὖθις ἐπικαταλαμβανούσῃ ἀτεχνῶς ὥσπερ ἐν ἁρματηλασίαις, εἴ πως ἦν ἰδεῖν ἀνθρώποις οὖσι φερόμενον τὸ Ποσειδῶνος ἅρμα, καὶ ἐπὶ κοινὸν κρατῆρα συνιόντων καὶ σπενδόντων τε ἅμα καὶ θυόντων, καὶ θεωρίας ἀπαγόντων τῷ τε Ποσειδῶνι καὶ τῇ Ἀμφιτρίτῃ καὶ τῷ Παλαίμονι καὶ τῇ Λευκοθέᾳ. ταῦτα οὖν καὶ ὑμνεῖν καὶ λέγειν καλῶς ἂν ἔχοι καὶ διάγειν ὑμᾶς ἐν τοῖς περὶ τούτων λόγοις. τὰ μὲν δὴ αὐτοῦ τοῦ Ποσειδῶνος εἴρηται τρόπον τινὰ καὶ ὕμνηται, οὐ μεμπτῶς ὥς γέ μοι δοκεῖ· ὁρῶ δὲ καὶ ὑμᾶς οὕτω διακειμένους· καὶ νὴ Δία γε καὶ περὶ αὐτῆς τῆς πόλεως ὡς ἐν βραχυτάτῳ τις ἂν εἴποι· ὁρῶ δὲ λοιπὸν ὄντα ἡμῖν τὸν περὶ τοῖν θεοῖν, τοῦ τε παιδὸς καὶ τῆς μητρὸς αὐτοῦ, εἴτε λόγον εἴτε καὶ μῦθον χρὴ φάναι. ὃν ἐγὼ δέδοικα καὶ πάνυ ὀρρωδῶ τε καὶ ἀπορῶ ὅπη ποτε χρή με διαθέσθαι μεθʼ ὑμῶν, πότερα ὡς τοῖς πολλοῖς δοκεῖ καὶ Ὁμήρῳ δὲ συνδοκεῖ, θεῶν παθήματα συμπεισθῆναι καὶ ἡμᾶς, οἷον Ἄρεος δεσμὰ καὶ Ἀπόλλωνος θητείας καὶ Ἡφαίστου ῥίψεις εἰς θάλατταν, οὕτω δὲ καὶ Ἰνοῦς ἄχη καὶ φυγάς τινας, ἢ τοῦτο μὲν οὔτε ὅσιον οὔτε εὐσεβὲς εἰπεῖν, ἄλλως τε καὶ περὶ τῶν θεῶν τὸν λόγον ποιούμενον, ἀλλὰ τοῦτον μὲν τὸν λόγον ὑπεροριστέον ἡμῖν οὐ μόνον ἔξω τοῦ Ἰσθμοῦ καὶ τῆς Πελοποννήσου, ἀλλὰ καὶ ξυμπάσης τῆς Ἑλλάδος· καὶ ἀποκαθαρτέον γε καὶ ἐπʼ ἄμφω ταῖν θαλάτταιν ἐλθόντας, εἰ δέοι, τὸν Ἀθάμαντα, ὅστις ποτὲ ἦν, καὶ τὴν μανίαν τὴν ἐκείνου, εἴτε οὖσαν εἴτε ψευδῶς θρυληθεῖσαν ὑπὸ τῶν κάκιστα ἀπολωλότων τῶν ταῦθʼ ἕκαστα ἡμῖν συνθέντων. Ἰνὼ δὲ ἢ οὔτε ἦν οὔτε ἐγένετό ποτε ἣν οἱ πολλοί φασιν, ἢ εἴπερ ἦν καὶ ἐγένετο, ἀλλʼ οὐδέν γε προσήκουσα τοῖς τῇδε γιγνομένοις. Λευκοθέα δὲ θεός τʼ ἦν ἀπʼ ἀρχῆς εὐθὺς καὶ οὐκ ἐντεῦθεν ἤρξατο ὅθεν οἱ πολλοὶ οἴονται. εἰ δὲ καὶ αὐδήεσσά γε ἦν, ὡς ἔφη ὁ τοῦτο εἰπὼν, ἀλλὰ βροτός γε οὐκ ἦν. Ὅμηρος δὲ καὶ θεοὺς ὄντας πεποίηκεν ὥσπερ ἀνθρώπους, καὶ φθεγγομένους γε ἄντικρυς καὶ ἀνθρώποις διαλεγομένους, καὶ Ἀθηνᾶν καὶ Ἑρμῆν καὶ αὐτὸν τὸν Ποσειδῶνα. τὸ δʼ ἐπὶ τούτοις καλῶς ἂν ἡμᾶς ἴσως ἔχοι καὶ φίλως τοῖς θεοῖς λέγειν τε καὶ ἀκούειν ἐν ἀλλήλοις, ἐρασθῆναι μὲν Ποσειδῶνα Λευκοθέας, καὶ ἐρασθέντα γε ἔχειν αὐτὴν παρʼ ἑαυτῷ· ὃν τρόπον καὶ Τυροῦς τῆς Σαλμωνέως καὶ Ἀμυμώνης καὶ ἄλλης τινὸς καλῆς, καὶ κρύψαι γε ταύτην ὑπὸ τῷ κύματι, τὰς δὲ ὁδοὺς αὐτῆς τὰς δεῦρο ἐκεῖθεν, εἰ ἄρα καὶ ταύτας παραδέξασθαι ἡμᾶς χρὴ, οὐ φυγῇ φευγούσης γενέσθαι, ἀλλʼ ὥσπερ ἐπὶ θάλαμον ἰούσης τὴν θάλατταν· οὐδὲ τὸν παῖδα, ὃς ἦν ἐξ ἑτέρου λέχους ἄρα, αὐτὴν φέρειν ἁρπάσασαν, ἀλλὰ παρακαταθήκην καὶ ἄθυρμα καὶ δῶρον Ποσειδῶνι. δηλοῖ δὲ ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον τό τε ἀληθὲς αὐτὸ καὶ τὰ περὶ αὐτῶν ἔτι καὶ νῦν λεγόμενά τε καὶ δρώμενα ὡς περὶ θεῶν. κακὰ γὰρ οὔτε ἔστιν ἐν θεοῖς, ἀλλʼ οὐδʼ ἂν δύναιτο γενέσθαι ποτέ· ὑπερωρίσθαι γὰρ ταῦτά γε εἰς τὸν πρὸς γῆν τόπον· οὐδὲ παθήματά τε καὶ συμφοραί. τοσούτου δὴ τοῦτο ἂν ἀρχὴ γένοιτο τοῦ ἀθανάτου τινί. κακὰ γὰρ ἐκ κακῶν, ἀγαθὰ δὲ ἔργα τὰ θεῶν. ἄλλως δὲ οὐδαμῆ θέμις γίγνεσθαι. ἀλλʼ εἰ μὲν ἄνθρωπος οὐκ εὐτυχὴς ἦν, πῶς ἂν οὖν θεὸς ἐγένετο εἰπέ μοι· εἰ δʼ ἦν θεοφιλὴς, οὐδʼ ἂν ἐδυστύχησε πώποτε. καὶ εἴ γε μὴ ἀπʼ ἀρχῆς ἦν τοιαύτη, οὐδʼ ἂν ἐγένετο μετὰ ταῦτα—εἰ γὰρ ἀπαλλάξαι κακῶν οἷοί τέ εἰσιν οἱ θεοὶ, μηδὲ προσελθεῖν τὰ κακὰ ἐᾶσαι ἐπʼ αὐτοῖς ἔστι· καὶ μὴν εἴ γε ἀντιδοῦναι ἀγαθὰ κακῶν, καὶ τὸ