<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg003.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg003.perseus-grc2" n="23"><p>θαλάττῃ· πάντα τε δεῦρο φοιτᾶν τὰ πανταχόθεν κατά τε γῆν καὶ κατὰ θάλατταν, καὶ τοῦτʼ εἶναι ὑφʼ οὗ καὶ ἐκ παλαιοτάτου ἀφνειόν τε ὕμνηται χωρίον ὑπὸ τῶν ποιητῶν, ἅμα μὲν διὰ τὸ πλῆθος τῶν παρόντων ἀγαθῶν, ἅμα δὲ καὶ διὰ τὴν ὑπάρχουσαν εὐδαιμονίαν ἐν αὐτῷ. ἔστι γὰρ οἷον ἀγορά τις καὶ αὐλὴ κοινὴ τῶν Ἑλλήνων καὶ πανήγυρις, οὐχ ἣν διὰ δυοῖν ἐτοῖν συμπληροῖ αὐτῇ τὸ <pb xml:id="v.1.p.38"/> Ἑλληνικὸν, καθάπερ ἡ παροῦσα αὕτη, ἀλλʼ ἣν διὰ παντὸς ἔτους καὶ καθʼ ἡμέραν ἑκάστην. εἰ δὲ ἦν ὥσπερ ἀνδράσιν, οὕτως δὴ καὶ πόλεσι προξενία πρὸς ἀλλήλας, τοῦτʼ ἂν εἶχεν ἡ πόλις τοὔνομα καὶ τὴν τιμὴν ταύτην ἁπανταχοῦ· ὑποδέχεται γὰρ ἁπάσας εἰς ἑαυτὴν καὶ προπέμπει πάλιν ἐξ αὑτῆς, καὶ κοινὴ πάντων ἐστὶ καταφυγή· καθάπερ τις ὁδὸς καὶ διέξοδος ἁπάντων ἀνθρώπων, ὅποι καὶ μόνον πορεύοιτό τις, καὶ κοινὸν ἄστυ τῶν Ἑλλήνων, οἷον μητρόπολίς τις ἀτεχνῶς καὶ μήτηρ αὐτὸ τοῦτο. τά τε γὰρ ἄλλα καὶ οὐκ ἔσθʼ ὅπη τις ἀναπαύσαιτο καθάπερ ἐν μητρὸς κόλποις οὔτε ἥδιον οὔτε προσφιλέστερον, οἷον αὐτὴ ἀνάπαυλά τέ ἐστι καὶ καταφυγὴ καὶ σωτηρία πᾶσι τοῖς ἐντυγχάνουσιν. ἀλλὰ δῆτα τοῦ κάλλους αὐτῆς καὶ τῶν ἱμέρων καὶ τῶν ἐρώτων ὅσον ἐξῆπται τὸ πλῆθος, ὡς πάντας μὲν ἀναδήσασθαι τῷ ἡδεῖ, φλέγεσθαί τε ἅπαντας ἐπʼ αὐτῇ ὁμοίως, ἔχειν δὲ ἐν ἑαυτῇ φιλότητας, ἱμέρους, ὀαριστὺν, πάρφασιν, ὡς κλέψαι τὸν νοῦν καὶ τῶν μέγα ἐφʼ ἑαυτοῖς φρονούντων, καὶ εἰ δεῖ τι ἄλλο πρὸς τούτοις πάντα ὅσα λέγεται τῆς θεοῦ φάρμακα, ὡς εἶναι σαφῶς <pb xml:id="v.1.p.39"/> τε Ἀφροδίτης τὴν πόλιν, ἣν ἐμοὶ ἐπονομάζειν ἔπεισιν· ὅστις ποτὲ οὗτος ὁ κεστός ἐστιν, ᾧ πάντας ἡ θεὸς ἀναδεῖται πρὸς ἑαυτὴν, καὶ καθάπερ τινὰ ὅρμον καὶ περιδέραιον συμπάσης τῆς Ἑλλάδος τοῦτʼ εἶναι, καὶ τέμενος Νυμφῶν, Ναΐδων ἁπασῶν ἐνταυθοῖ ναουσῶν, καὶ θάλαμον Ὡρῶν, ᾧ πάντα τὸν χρόνον ἐγκάθηνται καὶ ὅθεν προέρχονται ἀνοιγνῦσαι τὰς πύλας εἴτε Διὸς σύ γε βούλει καλεῖν εἴτε Ποσειδῶνος. εἰ δὲ καὶ ἔρις ποτὲ περὶ κάλλους</p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg003.perseus-grc2" n="24"><p>ἐνέπεσε ταῖς πόλεσιν, ὥσπερ ταῖς θεαῖς λέγεταί ποτε γενέσθαι ἐν ἀλλήλαις, μετὰ Ἀφροδίτης ἂν ἦν. καὶ περὶ μὲν τοῦ εἴδους τῆς πόλεως τί ἄν τις καὶ λέγοι, ὅ γε οὐδὲ οἱ πάντων ὀφθαλμοὶ χωρεῖν εἰσιν ἱκανοί; μεγέθους γε μὴν τί ἄν τις μεῖζον τεκμήριον ποιήσαιτο ἢ τὸ ἀποτετάσθαι αὐτὴν εἰς ἁπάσας θαλάττας, καὶ συνῳκίσθαι τε αὐταῖς καὶ παρακατῳκίσθαι, οὐ τῇ μὲν, τῇ δὲ οὒ, ἀλλὰ πάσαις ὁμοίως. καὶ μὴν εὐνομίας γε ὁρμητήριον ἡ πόλις ἔτι καὶ νῦν βραβεύει τὰ δίκαια τοῖς Ἕλλησι. πλούτου γε μὴν καὶ <pb xml:id="v.1.p.40"/> πλήθους ἀγαθῶν ὅσον εἰκὸς ἐπαντλούσης αὐτῇ τῆς τε γῆς τῆς πανταχόθεν καὶ τῆς πανταχόθεν θαλάττης, οἷον ἐννάουσαν ἐν μέσοις τοῖς ἀγαθοῖς καὶ περικλυζομένην αὐτὴν, καθάπερ τινὰ ὁλκάδα ἐν κύκλῳ μεστὴν τῶν ἀγαθῶν· σοφὸν δὲ δὴ καὶ καθʼ ὁδὸν ἐλθὼν ἂν εὕροις· καὶ παρὰ τῶν ἀψύχων μάθοις ἂν καὶ ἀκούσειας· τοσοῦτοι θησαυροὶ γραμμάτων περὶ πᾶσαν αὐτὴν, ὅποι καὶ μόνον ἀποβλέψειέ τις, καὶ κατὰ τὰς ὁδοὺς αὐτὰς καὶ τὰς στοάς. ἔτι τὰ γυμνάσια, τὰ διδασκαλεῖα, καὶ μαθήματά τε καὶ ἱστορήματα. τί οὖν δεῖ Σισύφου μεμνῆσθαι, ἢ τῆς Σισύφου συνέσεως, ἢ Κορίνθου τοῦ Διὸς, ἢ Βελλεροφόντου τοῦ Ποσειδῶνος, ἢ ἄλλου του τῶν ἡρώων τε καὶ τῶν <pb xml:id="v.1.p.41"/> ἡμιθέων, ἢ τὰ μετὰ ταῦτα πάλιν τοὺς ἐξευρόντας σταθμά τε καὶ ζυγὰ καὶ μέτρα, καὶ τὸ ἐν τούτοις δίκαιον, καὶ τὸ ὡς ναῦν ἐναυπηγήσατο αὕτη ἡ πόλις, οὐ τριήρη μόνον, ἀλλὰ καὶ αὐτὴν τὴν Ἀργὼ ἔγωγʼ ἂν φαίην. ὁ γοῦν ἡγεμὼν αὐτῆς τοῦ στόλου μετὰ τὸν ἀνάπλουν τὸν ἐκεῖθεν φαίνεται δεῦρό τε καταγόμενος αὐτὴν καὶ δεῦρο ὁρμισάμενος· ἢ τὰ ἐν τῇ γῇ πάλιν, τὸ Πηγάσου πτερὸν λεγόμενον εἴτε ὡς ἵππου σὺ φήσεις, εἴτε καὶ ὡς ὄρνιθος· καὶ τὸν πρῶτον ἐπιτολμήσαντα αὐτῷ τὸν μετάρσιον ἱππέα. ἀλλὰ ταῦτα μὲν παλαιὰ καὶ μυθώδη· τά γε μὴν ἔτι καὶ νῦν μνημονευόμενα εἰρηναῖά τε ὅσα αὐτῶν καὶ πολεμικὰ</p></div></div></body></text></TEI>