Ἑλλήσποντον, καὶ διαβάντι τὰς νήσους τὰς Κυκλάδας καλουμένας κατὰ μὲν τὴν πρὸς τῷ Αἰγαίῳ θάλατταν ἥ τε Εὔβοια καὶ τὰ ἄκρα αὐτῆς, ὁ ἐν Γεραιστῷ λιμὴν, καὶ ἱερὸν τοῦ θεοῦ. οὗ καὶ Ὅμηρος μέμνηται ἐν Ἀχαιῶν νόστῳ καὶ τῷ ἀπόπλῳ τῷ ἐξ Ἰλίου. κατὰ δὲ τὰς εἰσβολὰς τὰς εἰς τὸν Ἰόνιον ἥ τε ἐπὶ Ταινάρῳ ἄκρα τοῦ θεοῦ καὶ ἡ αὐτόθεν ἀναγωγή. Ὅμηρος δὲ καὶ εἰς Αἰγὰς καὶ Ἑλίκην ἀποδημοῦντα πεποίηκεν αὐτὸν ἐπὶ δαῖτα, καὶ ἄνωθεν ἐπὶ τῶν κυμάτων ἐπιθέοντα αὐτόν τε καὶ τοὺς ἵππους αὐτοῦ, οὐ προσαπτομένους τῆς θαλάττης· ὃν τρόπον καὶ τῷ ἀνθρώπῳ διπλοῦν ὄχημα ὑπέθηκεν, ἅρμα μὲν ἐν γῇ, ναῦν δὲ ἐν θαλάττῃ. ἔνθα ἱερά τε αὐτοῦ καὶ τεμένη καὶ βωμὸς θυήεις, ὡς αὐτὸς οὗτος ἔφη· ὃν τρόπον καὶ εἰς γαλακτοφάγους τὸν Δία τὸν ἀδελφὸν αὐτοῦ. καθάπαξ μὲν γὰρ εἰ δεῖ μὴ κατασμικρύνειν τὸν λόγον, πᾶσαι μὲν ἀκταὶ, πάντες δὲ λιμένες καὶ πάντα μέρη τῆς γῆς καὶ τῆς θαλάττης ἱερὰ Ποσειδῶνος καὶ ἀναθήματα καὶ ἀγάλματα καὶ τεμένη καὶ νεῴ. οὐ μὴν οὕτω γε φίλον οὐδὲν οὐδὲ ἀγαπητὸν αὐτῷ οὔτε τίμιον, ὡς ὁ Ἰσθμοῖ οὗτος καὶ ὅδε ὁ χῶρος. καὶ τοῦτʼ ἐγὼ καὶ ἀρχεῖα Ποσειδῶνος καλῶ καὶ βασιλείαν καὶ αὐλὴν, ὥσπερ Ὅμηρος τὴν Διὸς αὐλὴν ὠνόμασε, καὶ ὁρμητήριον. τεκμαίρομαι δὲ τοῖς τε ἄλλοις καὶ ὅτι πᾶσαν τὴν πανταχόθεν θάλατταν ἐπέστρεψε δεῦρο, πύλας ἑκατέρωθεν ἐπιθεὶς καὶ ἀναπετάσας αὐτῇ τὸν ἰσθμὸν τοῦτον καλούμενον, πρός τε ἕω καὶ πρὸς ἑσπέραν ὁμοίως, συγκλείσας τε ἅμα, ὡς μὴ ἐπιμίγνυντο, οὐ πολλῷ τινι μέτρῳ γῆς, ἀλλʼ οἷον αὐλῶνι στενῷ, καὶ νόμον θεὶς καὶ τάξας ἐπʼ αὐταῖς φυλάττειν τὰ ἑαυτῆς ὅρια ἑκάστην, καὶ ἀναπετάσας πάλιν καὶ δοὺς πολλήν τινα τὴν πρόσω εὐρυχωρίαν ἑκάστῃ, θεαμάτων ἁπάντων ὁπόσα ἐν γῇ παραδοξότατόν τε ὁμοῦ καὶ ἥδιστον, εἰσπλεῖν τε καὶ ἐκπλεῖν ἐν τῷ αὐτῷ ἐξ οὐρίων ἑκάστους, καὶ ὑπὸ τοὺς αὐτοὺς ἀνέμους ἀναγωγάς τε καὶ καταγωγὰς γίγνεσθαι ἐν μόνῃ τῶν πασῶν τῇ γῇ ταύτῃ καὶ τῇ θαλάττῃ· πάντα τε δεῦρο φοιτᾶν τὰ πανταχόθεν κατά τε γῆν καὶ κατὰ θάλατταν, καὶ τοῦτʼ εἶναι ὑφʼ οὗ καὶ ἐκ παλαιοτάτου ἀφνειόν τε ὕμνηται χωρίον ὑπὸ τῶν ποιητῶν, ἅμα μὲν διὰ τὸ πλῆθος τῶν παρόντων ἀγαθῶν, ἅμα δὲ καὶ διὰ τὴν ὑπάρχουσαν εὐδαιμονίαν ἐν αὐτῷ. ἔστι γὰρ οἷον ἀγορά τις καὶ αὐλὴ κοινὴ τῶν Ἑλλήνων καὶ πανήγυρις, οὐχ ἣν διὰ δυοῖν ἐτοῖν συμπληροῖ αὐτῇ τὸ Ἑλληνικὸν, καθάπερ ἡ παροῦσα αὕτη, ἀλλʼ ἣν διὰ παντὸς ἔτους καὶ καθʼ ἡμέραν ἑκάστην. εἰ δὲ ἦν ὥσπερ ἀνδράσιν, οὕτως δὴ καὶ πόλεσι προξενία πρὸς ἀλλήλας, τοῦτʼ ἂν εἶχεν ἡ πόλις τοὔνομα καὶ τὴν τιμὴν ταύτην ἁπανταχοῦ· ὑποδέχεται γὰρ ἁπάσας εἰς ἑαυτὴν καὶ προπέμπει πάλιν ἐξ αὑτῆς, καὶ κοινὴ πάντων ἐστὶ καταφυγή· καθάπερ τις ὁδὸς καὶ διέξοδος ἁπάντων ἀνθρώπων, ὅποι καὶ μόνον πορεύοιτό τις, καὶ κοινὸν ἄστυ τῶν Ἑλλήνων, οἷον μητρόπολίς τις ἀτεχνῶς καὶ μήτηρ αὐτὸ τοῦτο. τά τε γὰρ ἄλλα καὶ οὐκ ἔσθʼ ὅπη τις ἀναπαύσαιτο καθάπερ ἐν μητρὸς κόλποις οὔτε ἥδιον οὔτε προσφιλέστερον, οἷον αὐτὴ ἀνάπαυλά τέ ἐστι καὶ καταφυγὴ καὶ σωτηρία πᾶσι τοῖς ἐντυγχάνουσιν. ἀλλὰ δῆτα τοῦ κάλλους αὐτῆς καὶ τῶν ἱμέρων καὶ τῶν ἐρώτων ὅσον ἐξῆπται τὸ πλῆθος, ὡς πάντας μὲν ἀναδήσασθαι τῷ ἡδεῖ, φλέγεσθαί τε ἅπαντας ἐπʼ αὐτῇ ὁμοίως, ἔχειν δὲ ἐν ἑαυτῇ φιλότητας, ἱμέρους, ὀαριστὺν, πάρφασιν, ὡς κλέψαι τὸν νοῦν καὶ τῶν μέγα ἐφʼ ἑαυτοῖς φρονούντων, καὶ εἰ δεῖ τι ἄλλο πρὸς τούτοις πάντα ὅσα λέγεται τῆς θεοῦ φάρμακα, ὡς εἶναι σαφῶς τε Ἀφροδίτης τὴν πόλιν, ἣν ἐμοὶ ἐπονομάζειν ἔπεισιν· ὅστις ποτὲ οὗτος ὁ κεστός ἐστιν, ᾧ πάντας ἡ θεὸς ἀναδεῖται πρὸς ἑαυτὴν, καὶ καθάπερ τινὰ ὅρμον καὶ περιδέραιον συμπάσης τῆς Ἑλλάδος τοῦτʼ εἶναι, καὶ τέμενος Νυμφῶν, Ναΐδων ἁπασῶν ἐνταυθοῖ ναουσῶν, καὶ θάλαμον Ὡρῶν, ᾧ πάντα τὸν χρόνον ἐγκάθηνται καὶ ὅθεν προέρχονται ἀνοιγνῦσαι τὰς πύλας εἴτε Διὸς σύ γε βούλει καλεῖν εἴτε Ποσειδῶνος. εἰ δὲ καὶ ἔρις ποτὲ περὶ κάλλους ἐνέπεσε ταῖς πόλεσιν, ὥσπερ ταῖς θεαῖς λέγεταί ποτε γενέσθαι ἐν ἀλλήλαις, μετὰ Ἀφροδίτης ἂν ἦν. καὶ περὶ μὲν τοῦ εἴδους τῆς πόλεως τί ἄν τις καὶ λέγοι, ὅ γε οὐδὲ οἱ πάντων ὀφθαλμοὶ χωρεῖν εἰσιν ἱκανοί; μεγέθους γε μὴν τί ἄν τις μεῖζον τεκμήριον ποιήσαιτο ἢ τὸ ἀποτετάσθαι αὐτὴν εἰς ἁπάσας θαλάττας, καὶ συνῳκίσθαι τε αὐταῖς καὶ παρακατῳκίσθαι, οὐ τῇ μὲν, τῇ δὲ οὒ, ἀλλὰ πάσαις ὁμοίως. καὶ μὴν εὐνομίας γε ὁρμητήριον ἡ πόλις ἔτι καὶ νῦν βραβεύει τὰ δίκαια τοῖς Ἕλλησι. πλούτου γε μὴν καὶ πλήθους ἀγαθῶν ὅσον εἰκὸς ἐπαντλούσης αὐτῇ τῆς τε γῆς τῆς πανταχόθεν καὶ τῆς πανταχόθεν θαλάττης, οἷον ἐννάουσαν ἐν μέσοις τοῖς ἀγαθοῖς καὶ περικλυζομένην αὐτὴν, καθάπερ τινὰ ὁλκάδα ἐν κύκλῳ μεστὴν τῶν ἀγαθῶν· σοφὸν δὲ δὴ καὶ καθʼ ὁδὸν ἐλθὼν ἂν εὕροις· καὶ παρὰ τῶν ἀψύχων μάθοις ἂν καὶ ἀκούσειας· τοσοῦτοι θησαυροὶ γραμμάτων περὶ πᾶσαν αὐτὴν, ὅποι καὶ μόνον ἀποβλέψειέ τις, καὶ κατὰ τὰς ὁδοὺς αὐτὰς καὶ τὰς στοάς. ἔτι τὰ γυμνάσια, τὰ διδασκαλεῖα, καὶ μαθήματά τε καὶ ἱστορήματα. τί οὖν δεῖ Σισύφου μεμνῆσθαι, ἢ τῆς Σισύφου συνέσεως, ἢ Κορίνθου τοῦ Διὸς, ἢ Βελλεροφόντου τοῦ Ποσειδῶνος, ἢ ἄλλου του τῶν ἡρώων τε καὶ τῶν ἡμιθέων, ἢ τὰ μετὰ ταῦτα πάλιν τοὺς ἐξευρόντας σταθμά τε καὶ ζυγὰ καὶ μέτρα, καὶ τὸ ἐν τούτοις δίκαιον, καὶ τὸ ὡς ναῦν ἐναυπηγήσατο αὕτη ἡ πόλις, οὐ τριήρη μόνον, ἀλλὰ καὶ αὐτὴν τὴν Ἀργὼ ἔγωγʼ ἂν φαίην. ὁ γοῦν ἡγεμὼν αὐτῆς τοῦ στόλου μετὰ τὸν ἀνάπλουν τὸν ἐκεῖθεν φαίνεται δεῦρό τε καταγόμενος αὐτὴν καὶ δεῦρο ὁρμισάμενος· ἢ τὰ ἐν τῇ γῇ πάλιν, τὸ Πηγάσου πτερὸν λεγόμενον εἴτε ὡς ἵππου σὺ φήσεις, εἴτε καὶ ὡς ὄρνιθος· καὶ τὸν πρῶτον ἐπιτολμήσαντα αὐτῷ τὸν μετάρσιον ἱππέα. ἀλλὰ ταῦτα μὲν παλαιὰ καὶ μυθώδη· τά γε μὴν ἔτι καὶ νῦν μνημονευόμενα εἰρηναῖά τε ὅσα αὐτῶν καὶ πολεμικὰ τίνος μὲν οὐ λαμπρότερα τῶν Ἑλληνίδων; τίνος δὲ οὐκ ἐπισημότερα ἢ κατὰ γῆν ἢ κατὰ θάλατταν; τίνων δὲ ἔργα καὶ πράξεις περιφανέστεραι; ἀλλὰ γὰρ οὐ πολέμων ὁ παρὼν καιρός· ὥστʼ οὐδὲ ἡ μνήμη ἐν καιρῷ ἂν ἐρρήθη τῶν τοιούτων, πανηγυριζόντων τε τῶν Ἑλλήνων καὶ ὁμονοούντων ἐν τῇ καλλίστῃ τῶν πανηγύρεων τῇδε καὶ ὀνομαστοτάτῃ, διὰ δυοῖν δὶς εἰς ἓν συνιούσῃ, διπλασιαζομένῃ τε παρὰ τὰς ἄλλας καὶ προσιούσῃ, καὶ φθανούσῃ τὰς λοιπὰς καὶ αὖθις ἐπικαταλαμβανούσῃ ἀτεχνῶς ὥσπερ ἐν ἁρματηλασίαις, εἴ πως ἦν ἰδεῖν ἀνθρώποις οὖσι φερόμενον τὸ Ποσειδῶνος ἅρμα, καὶ ἐπὶ κοινὸν κρατῆρα συνιόντων καὶ σπενδόντων τε ἅμα καὶ θυόντων, καὶ θεωρίας ἀπαγόντων τῷ τε Ποσειδῶνι καὶ τῇ Ἀμφιτρίτῃ καὶ τῷ Παλαίμονι καὶ τῇ Λευκοθέᾳ. ταῦτα οὖν καὶ ὑμνεῖν καὶ λέγειν καλῶς ἂν ἔχοι καὶ διάγειν ὑμᾶς ἐν τοῖς περὶ τούτων λόγοις. τὰ μὲν δὴ αὐτοῦ τοῦ Ποσειδῶνος εἴρηται τρόπον τινὰ καὶ ὕμνηται, οὐ μεμπτῶς ὥς γέ μοι δοκεῖ· ὁρῶ δὲ καὶ ὑμᾶς οὕτω διακειμένους· καὶ νὴ Δία γε καὶ περὶ αὐτῆς τῆς πόλεως ὡς ἐν βραχυτάτῳ τις ἂν εἴποι· ὁρῶ δὲ λοιπὸν ὄντα ἡμῖν τὸν περὶ τοῖν θεοῖν, τοῦ τε παιδὸς καὶ τῆς μητρὸς αὐτοῦ, εἴτε λόγον εἴτε καὶ μῦθον χρὴ φάναι. ὃν ἐγὼ δέδοικα καὶ πάνυ ὀρρωδῶ τε καὶ ἀπορῶ ὅπη ποτε χρή με διαθέσθαι μεθʼ ὑμῶν, πότερα ὡς τοῖς πολλοῖς δοκεῖ καὶ Ὁμήρῳ δὲ συνδοκεῖ, θεῶν παθήματα συμπεισθῆναι καὶ ἡμᾶς, οἷον Ἄρεος δεσμὰ καὶ Ἀπόλλωνος θητείας καὶ Ἡφαίστου ῥίψεις εἰς θάλατταν, οὕτω δὲ καὶ Ἰνοῦς ἄχη καὶ φυγάς τινας, ἢ τοῦτο μὲν οὔτε ὅσιον οὔτε εὐσεβὲς εἰπεῖν, ἄλλως τε καὶ περὶ τῶν θεῶν τὸν λόγον ποιούμενον, ἀλλὰ τοῦτον μὲν τὸν λόγον ὑπεροριστέον ἡμῖν οὐ μόνον ἔξω τοῦ Ἰσθμοῦ καὶ τῆς Πελοποννήσου, ἀλλὰ καὶ ξυμπάσης τῆς Ἑλλάδος· καὶ ἀποκαθαρτέον γε καὶ ἐπʼ ἄμφω ταῖν θαλάτταιν ἐλθόντας, εἰ δέοι, τὸν Ἀθάμαντα, ὅστις ποτὲ ἦν, καὶ τὴν μανίαν τὴν ἐκείνου, εἴτε οὖσαν εἴτε ψευδῶς θρυληθεῖσαν ὑπὸ τῶν κάκιστα ἀπολωλότων τῶν ταῦθʼ ἕκαστα ἡμῖν συνθέντων. Ἰνὼ δὲ ἢ οὔτε ἦν οὔτε ἐγένετό ποτε ἣν οἱ πολλοί φασιν, ἢ εἴπερ ἦν καὶ ἐγένετο, ἀλλʼ οὐδέν γε προσήκουσα τοῖς τῇδε γιγνομένοις. Λευκοθέα δὲ θεός τʼ ἦν ἀπʼ ἀρχῆς εὐθὺς καὶ οὐκ ἐντεῦθεν ἤρξατο ὅθεν οἱ πολλοὶ οἴονται. εἰ δὲ καὶ αὐδήεσσά γε ἦν, ὡς ἔφη ὁ τοῦτο εἰπὼν, ἀλλὰ βροτός γε οὐκ ἦν. Ὅμηρος δὲ καὶ θεοὺς ὄντας πεποίηκεν ὥσπερ ἀνθρώπους, καὶ φθεγγομένους γε ἄντικρυς καὶ ἀνθρώποις διαλεγομένους, καὶ Ἀθηνᾶν καὶ Ἑρμῆν καὶ αὐτὸν τὸν Ποσειδῶνα. τὸ δʼ ἐπὶ τούτοις καλῶς ἂν ἡμᾶς ἴσως ἔχοι καὶ φίλως τοῖς θεοῖς λέγειν τε καὶ ἀκούειν ἐν ἀλλήλοις, ἐρασθῆναι μὲν Ποσειδῶνα Λευκοθέας, καὶ ἐρασθέντα γε ἔχειν αὐτὴν παρʼ ἑαυτῷ· ὃν τρόπον καὶ Τυροῦς τῆς Σαλμωνέως καὶ Ἀμυμώνης καὶ ἄλλης τινὸς καλῆς, καὶ κρύψαι γε ταύτην ὑπὸ τῷ κύματι, τὰς δὲ ὁδοὺς αὐτῆς τὰς δεῦρο ἐκεῖθεν, εἰ ἄρα καὶ ταύτας παραδέξασθαι ἡμᾶς χρὴ, οὐ φυγῇ φευγούσης γενέσθαι, ἀλλʼ ὥσπερ ἐπὶ θάλαμον ἰούσης τὴν θάλατταν· οὐδὲ τὸν παῖδα, ὃς ἦν ἐξ ἑτέρου λέχους ἄρα, αὐτὴν φέρειν ἁρπάσασαν, ἀλλὰ παρακαταθήκην καὶ ἄθυρμα καὶ δῶρον Ποσειδῶνι. δηλοῖ δὲ ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον τό τε ἀληθὲς αὐτὸ καὶ τὰ περὶ αὐτῶν ἔτι καὶ νῦν λεγόμενά τε καὶ δρώμενα ὡς περὶ θεῶν. κακὰ γὰρ οὔτε ἔστιν ἐν θεοῖς, ἀλλʼ οὐδʼ ἂν δύναιτο γενέσθαι ποτέ· ὑπερωρίσθαι γὰρ ταῦτά γε εἰς τὸν πρὸς γῆν τόπον· οὐδὲ παθήματά τε καὶ συμφοραί. τοσούτου δὴ τοῦτο ἂν ἀρχὴ γένοιτο τοῦ ἀθανάτου τινί. κακὰ γὰρ ἐκ κακῶν, ἀγαθὰ δὲ ἔργα τὰ θεῶν. ἄλλως δὲ οὐδαμῆ θέμις γίγνεσθαι. ἀλλʼ εἰ μὲν ἄνθρωπος οὐκ εὐτυχὴς ἦν, πῶς ἂν οὖν θεὸς ἐγένετο εἰπέ μοι· εἰ δʼ ἦν θεοφιλὴς, οὐδʼ ἂν ἐδυστύχησε πώποτε. καὶ εἴ γε μὴ ἀπʼ ἀρχῆς ἦν τοιαύτη, οὐδʼ ἂν ἐγένετο μετὰ ταῦτα—εἰ γὰρ ἀπαλλάξαι κακῶν οἷοί τέ εἰσιν οἱ θεοὶ, μηδὲ προσελθεῖν τὰ κακὰ ἐᾶσαι ἐπʼ αὐτοῖς ἔστι· καὶ μὴν εἴ γε ἀντιδοῦναι ἀγαθὰ κακῶν, καὶ τὸ