οὓς καὶ ἀνέφηνεν ἐκ τῆς θαλάττης, ὡς τόν τε Ἀπόλλω καὶ τὴν Ἄρτεμιν. καὶ τούτων μὲν ὁ Ζεὺς εἰκότως ἂν χάριν αὐτῷ εἰδείη, ὅτι οὔτε τὴν Λητὼ περιεῖδεν ἐλαυνομένην πάντα τὸν χρόνον ὑπὲρ ὧν ἐτύγχανεν, οὔτε τὴν γένναν αὐτοῦ μικροῦ γε ἐξαμεληθεῖσαν. οὗτος δὲ καὶ τὸ Ἀφροδίτης κάλλος ἀνήνεγκεν ἐξ ἑαυτοῦ, καθάπερ ἐκ κεφαλῆς τινος καὶ οὗτος τῆς θαλάττης κατὰ τὴν πρὸς Δία μίμησιν, εἴτε καὶ πρότερος οὗτος οὐ μόνον τὰ ἀνθρώπινα, ἀλλὰ καὶ τὰ θεῖα, ὡς ἔχει ὁ κατὰ τὴν Ἴδην τὴν Τρωικὴν λόγος λεγόμενος. ἐπεὶ δὲ Λητοῦς ἐμνήσθημεν, εἰσῆλθέ με ὅσους καὶ ἄλλους ἔρωτας συνδιήνεγκε τῷ ἀδελφῷ· καὶ γὰρ τὸν Ἰοῦς τῆς Ἰνάχου καὶ τὸν Εὐρώπης τῆς καλῆς, τάχα δέ που καὶ ἄλλον καὶ ἄλλον, ὧν ἔτι καὶ νῦν ὀνόματα κατʼ ἀνθρώπους. τὸν δὲ παῖδα τὸν καλὸν τὸν μετὰ τῆς μητρὸς τῆς καλῆς καὶ παῖδα ἔθετο ἑαυτῷ καὶ κοινωνοὺς τῆς ἀρχῆς ἐποιήσατο αὐτόν τε καὶ τὴν μητέρα. ἀλλʼ οὗτος μὲν ὁ λόγος ἀναμένει ἡμᾶς εἰς τὸ ἐπειδὰν αὐτῷ καθήκῃ, νῦν δὲ τὰ Ποσειδῶνος ἔργα διέξιμεν ἐν ἀλλήλοις, οἷά τε καὶ ἡλίκα καὶ τὴν ἀρχὴν αὐτοῦ ὁπόσου ἀξία. ἐφεξῆς δʼ ἂν ἴσως εἴη καὶ τὰς τιμὰς τὰς κατʼ ἀνθρώπους ὁποῖαί τινες καὶ ὁπόσου ἄξιαι. πάντα γὰρ ὁπόσα μέρη τῆς γῆς ἐπισημότατα καὶ ὀνομαστότατα Ποσειδῶνι ἐπιπεφήμισται. ἐπὶ μὲν ταῖς εἰσβολαῖς τοῦ Εὐξείνου πόντου ᾗ τὸ στενότατον τῆς θαλάττης ἀναπετάννυσιν ἐξ αὑτοῦ τὴν πολλὴν θάλατταν, καὶ πέτρα τε κυανέα αὐτόθι ὠνόμασται καὶ πύλαι θαλάττης πρότερον εἶναι κλεισταὶ δοκοῦσαι, ἱερά τε αὐτοῦ καὶ τεμένη καὶ βωμοὶ, ἄλλα τε καὶ ἡ καταίρουσα πρὸς ἡμᾶς ἐκεῖθεν θάλαττα, Λευκάτα τε οὕτως ἐπωνομασμένη κατὰ τὴν ἐνταυθοῖ Λευκάτα τὴν ἐπὶ τῷ Ἀκτίῳ, οὐ πέτρα τις οὖσα ὥσπερ αὕτη, ἀλλὰ γῆ πολλὴ προχωροῦσα εἰς θάλατταν, προχωννύουσα ἐπὶ πολὺ αὐτὴν σχήματι κυκλοτερεῖ ἐξ ἡμισείας, δρεπάνης τινὰ τρόπον ἀτεχνῶς ὡς καὶ τὸ ὄνομα εἶναι τοῦτο τῇ προχώσει, καὶ λέγεσθαί γε ἐπʼ αὐτῷ καὶ λόγον τινὰ καὶ μῦθον, ὡς ἄρα ἐνταῦθα ἐπράχθη τὸ ἔργον τὸ περὶ τὸν Κρόνον ὑπὸ τῶν παίδων αὐτοῦ, τὸ περὶ τὴν ἐκτομήν. ὑπερβάντι δὲ τὴν Προποντίδα καὶ τὸν Ἑλλήσποντον, καὶ διαβάντι τὰς νήσους τὰς Κυκλάδας καλουμένας κατὰ μὲν τὴν πρὸς τῷ Αἰγαίῳ θάλατταν ἥ τε Εὔβοια καὶ τὰ ἄκρα αὐτῆς, ὁ ἐν Γεραιστῷ λιμὴν, καὶ ἱερὸν τοῦ θεοῦ. οὗ καὶ Ὅμηρος μέμνηται ἐν Ἀχαιῶν νόστῳ καὶ τῷ ἀπόπλῳ τῷ ἐξ Ἰλίου. κατὰ δὲ τὰς εἰσβολὰς τὰς εἰς τὸν Ἰόνιον ἥ τε ἐπὶ Ταινάρῳ ἄκρα τοῦ θεοῦ καὶ ἡ αὐτόθεν ἀναγωγή. Ὅμηρος δὲ καὶ εἰς Αἰγὰς καὶ Ἑλίκην ἀποδημοῦντα πεποίηκεν αὐτὸν ἐπὶ δαῖτα, καὶ ἄνωθεν ἐπὶ τῶν κυμάτων ἐπιθέοντα αὐτόν τε καὶ τοὺς ἵππους αὐτοῦ, οὐ προσαπτομένους τῆς θαλάττης· ὃν τρόπον καὶ τῷ ἀνθρώπῳ διπλοῦν ὄχημα ὑπέθηκεν, ἅρμα μὲν ἐν γῇ, ναῦν δὲ ἐν θαλάττῃ. ἔνθα ἱερά τε αὐτοῦ καὶ τεμένη καὶ βωμὸς θυήεις, ὡς αὐτὸς οὗτος ἔφη· ὃν τρόπον καὶ εἰς γαλακτοφάγους τὸν Δία τὸν ἀδελφὸν αὐτοῦ. καθάπαξ μὲν γὰρ εἰ δεῖ μὴ κατασμικρύνειν τὸν λόγον, πᾶσαι μὲν ἀκταὶ, πάντες δὲ λιμένες καὶ πάντα μέρη τῆς γῆς καὶ τῆς θαλάττης ἱερὰ Ποσειδῶνος καὶ ἀναθήματα καὶ ἀγάλματα καὶ τεμένη καὶ νεῴ. οὐ μὴν οὕτω γε φίλον οὐδὲν οὐδὲ ἀγαπητὸν αὐτῷ οὔτε τίμιον, ὡς ὁ Ἰσθμοῖ οὗτος καὶ ὅδε ὁ χῶρος. καὶ τοῦτʼ ἐγὼ καὶ ἀρχεῖα Ποσειδῶνος καλῶ καὶ βασιλείαν καὶ αὐλὴν, ὥσπερ Ὅμηρος τὴν Διὸς αὐλὴν ὠνόμασε, καὶ ὁρμητήριον. τεκμαίρομαι δὲ τοῖς τε ἄλλοις καὶ ὅτι πᾶσαν τὴν πανταχόθεν θάλατταν ἐπέστρεψε δεῦρο, πύλας ἑκατέρωθεν ἐπιθεὶς καὶ ἀναπετάσας αὐτῇ τὸν ἰσθμὸν τοῦτον καλούμενον, πρός τε ἕω καὶ πρὸς ἑσπέραν ὁμοίως, συγκλείσας τε ἅμα, ὡς μὴ ἐπιμίγνυντο, οὐ πολλῷ τινι μέτρῳ γῆς, ἀλλʼ οἷον αὐλῶνι στενῷ, καὶ νόμον θεὶς καὶ τάξας ἐπʼ αὐταῖς φυλάττειν τὰ ἑαυτῆς ὅρια ἑκάστην, καὶ ἀναπετάσας πάλιν καὶ δοὺς πολλήν τινα τὴν πρόσω εὐρυχωρίαν ἑκάστῃ, θεαμάτων ἁπάντων ὁπόσα ἐν γῇ παραδοξότατόν τε ὁμοῦ καὶ ἥδιστον, εἰσπλεῖν τε καὶ ἐκπλεῖν ἐν τῷ αὐτῷ ἐξ οὐρίων ἑκάστους, καὶ ὑπὸ τοὺς αὐτοὺς ἀνέμους ἀναγωγάς τε καὶ καταγωγὰς γίγνεσθαι ἐν μόνῃ τῶν πασῶν τῇ γῇ ταύτῃ καὶ τῇ