<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg003.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg003.perseus-grc2" n="19"><p>καὶ ἔτι γε νάματα· καὶ εἶναί τε πάντα ἐνθένδε ὁπόσα γενέσεως μέτοχα καὶ ἀπιέναι πάλιν ἐκεῖσε κατὰ τὴν φθορὰν αὐτῶν, καὶ τοῦτʼ εἶναι τὴν ἀρὰν τὴν Ὁμήρου ἐπαρωμένου εἰς ὕδωρ πάντα ἐλθεῖν, ὡς ἔχει καὶ τὸ ἔπος <quote rend="blockquote">ἀλλʼ ὑμεῖς γε πάντες ὕδωρ καὶ γαῖα γένοισθε,</quote> καὶ ὅσα ἄλλα τοιουτότροπα ὑπό τε ἀνδρῶν καὶ ποιητῶν σοφῶν εἴρηταί τε καὶ ἐξεύρηται, ταῦτα μὲν ἤτοι τέλεον ἡμῖν παρείσθω ἢ ἐπὶ τοσοῦτον εἰρήσθω ἐν γοῦν τῷ παρόντι. ἃ δέ ἐστι κοινὰ πάντων καὶ γνώριμα καὶ ἐν τοῖς πάντων ὀφθαλμοῖς, τούτων δὲ καὶ νῦν ἄν πως πρέποι μνησθῆναι. ἔστι δὲ οὐδὲ ταῦτα καθʼ ἑαυτὰ, ἀλλὰ καὶ ταῦτα σὺν μάρτυσι τοῖς ποιηταῖς λεγόμενα.</p><p rend="align(indent)">ὁμολογεῖται μὲν γὰρ Κρόνῳ τρεῖς παῖδας γενέσθαι <pb xml:id="v.1.p.32"/> ἐκ Ῥέας τῆς μητρὸς αὐτῶν, Ποσειδῶν καὶ Ζεὺς καὶ τρίτος ὃν ἐπὶ τούτοις ἀκούομεν. καὶ δῆτα διαλαχεῖν ἐπὶ τούτοις τὸν κλῆρον τοῦ πατρὸς, τὸ πᾶν τοῦτο νομῇ δικαιοτάτῃ δασαμένους. Δία μὲν σχεῖν τόν τε οὐρανὸν καὶ τὸν αἰθέρα καὶ τὰ ἐν τούτοις, καὶ αὐτόθεν ὁρμᾶσθαι, τὸν δὲ Ποσειδῶ τὴν θάλατταν, τὸν δὲ τρίτον ἀδελφὸν τὸν ὑπὸ γῆς τόπον. θεασώμεθα δὴ νῦν ἐν ἡμῖν αὐτοῖς πότερος αὐτῶν τὴν ἀρχὴν φιλανθρωποτέραν ἐποιήσατο τὴν αὑτοῦ καὶ κοινοτέραν, πότερον ὁ μηδὲ μεταδοὺς μηδὲν αὐτῆς μηδενὶ, ἢ ὁ μεταδιδοὺς μὲν, οὐ πρότερον δὲ πρὶν ἢ οἴχεσθαι, ἢ ὁ ζῶντάς τε ὑποδεχόμενος ἅπαντας καὶ παρέχων ἑαυτῷ συζῆν καὶ συνεῖναί τε καὶ συμπολιτεύεσθαι, καὶ ἐπεργάζεσθαι τὸν κάλλιστον τῶν κλήρων τὴν θάλατταν, καὶ πάνθʼ ὅσα ἀγαθὰ ἀπὸ θαλάττης ἔκ τε αὐτῆς καὶ διʼ αὐτῆς ἐξεύρηται, καὶ δοὺς ἑαυτὸν εἰς ἅπαντα τῷ γένει τῷ τῶν ἀνθρώπων. καὶ μὴν ἄνθρωπός γε τί μὲν τῶν δένδρων διέφερε τῶν ἐν τῇ γῇ τῶν αὐτοφυῶν, ἕως ἐν γῇ μόνον ἦν; τί δὲ ἦν αὐτῷ καλὸν, πρὶν παρανοῖξαι τὸν θεὸν τοῦτον τὴν θάλατταν, ἔπειτα δὲ καὶ ἀναπετάσαι; ἢ τί μὲν ἰδεῖν, τί δὲ ἀκοῦσαι; ὃς οὐδὲ τὴν γῆν αὐτὴν ἐν ᾗ ἦν ἠπίστατο, πλὴν τὰ ἐν ποσὶν, οὐχ ὅπως τὰ πέρατα</p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg003.perseus-grc2" n="20"><p>αὐτῆς, ἢ τὴν ἑτέραν ἤπειρον, ἢ τὴν καταντικρύ. ἀλλʼ ἔζων τρόπον θηρίων οἱ πρότερον ἐκεῖνοι, κατὰ χειὰς καὶ χηραμοὺς καὶ δένδρα, οἱ μακάριοι καλούμενοι. ὧν τί ἦν ἀθλιώτερον, μήτε εἰδότων μηδὲν μήτε ἑορακότων μήτʼ ἐχόντων, πλὴν ὅσα ἐφʼ ἡμέραν ἑκάστην ἐπʼ ἴσης τοῖς ἀλόγοις ζώοις; ἐπειδὴ δὲ ἀνεῖπεν οὗτος ὁ θεὸς φοιτᾶν παρʼ <pb xml:id="v.1.p.33"/> αὑτὸν θαρρούντως καὶ ἐπινέμεσθαι τὴν θάλατταν, καὶ τρόπον τε ὑπέδειξε διʼ ὅτου καὶ τὸ δεῖμα ἐξεῖλε τῆς ψυχῆς, ὃ καθάπερ πρὸς θηρίον δεινόν τε καὶ φοβερὸν εἶχον τὴν θάλατταν συναρπασθήσεσθαι προσδοκῶντες ἀεὶ καὶ αὐτοὶ καὶ τὴν γῆν σύμπασαν ἅμα τοῖς ἀνέμοις βλέποντες, τηνικαῦτα δὲ οὐδὲ εἰπεῖν τῷ λόγῳ ῥᾴδιον τὸ πλῆθος τῶν ἀγαθῶν τῶν φοιτώντων εἰς τὴν γῆν παρὰ τῆς θαλάττης. συνελθεῖν τε εἰς ταυτὸν ἄμφω ταῦτα τὸ μέγιστον ἔργον Ποσειδῶνος, καὶ φιλίαν αὐτοῖς γενέσθαι καὶ ἐπιμιξίαν. πρότερον δὲ οὐδὲ τοῦτο ἦν, ἀλλὰ πολεμίω ἤστην ἀλλήλοιν ἥ τε γῆ καὶ ἡ θάλαττα. νυνὶ δὲ συνῳκισθήτην ὑπὸ τοῦ θεοῦ τούτου καὶ πόλεις τε ἐπολίσατο τοῖς ἀνθρώποις αὐτόθι, ἃς δὴ νήσους νυνὶ καλοῦμεν, ὡς μηδὲ ἐν θαλάττῃ ποθεῖν τὴν γῆν, μηδὲ ἄλλο τι ἢ ἐν γῇ εἶναι. καὶ πάντα τὰ ὄντα ἀνῆκε καὶ ζῶα παντοδαπά. ὅπου δὲ καὶ φυτὰ τὰ μὲν εἰς χρῆσιν τῷ ἀνθρώπῳ, τὰ δὲ καὶ τέρψιν τε καὶ ἡδονήν. καὶ μὴν καὶ τράπεζαν πολλῷ ἀφθονωτέραν παρέθηκε τῆς γῆς, ἀναπαύλας τε μυρίας ἐξεῦρε, καὶ τὸν ἄνθρωπον ἁπλῶς εἰπεῖν πτηνὸν ἀπέδειξε, μόνον οὐχ ὡς πτεροῖς τισι διὰ τῆς θαλάττης χρώμενον, τάξας μετὰ τῶν ἀνέμων φέρεσθαι, καὶ οὐδὲ τούτου φθονήσας, οὐχ ὅπως ἄλλου τινὸς, οὐχ ὥσπερ ὁ πρεσβύτατος ἀδελφὸς αὐτοῦ ἕνα τὸν Περσέα παρεῖναι λέγεται εἰς τὴν ἀρχὴν τὴν αὐτοῦ, καὶ τοῦτον μικρὸν ἀπέχοντα τῆς γῆς καὶ τῆς θαλάττης, καὶ τὸν Βελλεροφόντην τὸν ἐνθένδε μετὰ ταῦτα <pb xml:id="v.1.p.34"/> οὐκ ἐπὶ καλῷ. οὗτος δὲ πάντα τινὰ τὸν βουλόμενον καὶ ἄνδρα καὶ γυναῖκα καὶ αὐτοὺς τοὺς παῖδας· καὶ ἔστι γε</p></div></div></body></text></TEI>