ἐπειδὴ τῆς γε Ὀλυμπικῆς πανηγύρεως ἀπελείφθην τύχῃ τινι ἀδυνάτως ἔχων κατὰ τὸ σῶμα συμμετασχεῖν ὑμῖν τῶν γιγνομένων, κινδύνου τε εἰς ἔσχατον ἐλθὼν ἐκ τοῦ τότε μοι συμπεσόντος νοσήματος, Διός γε σωτῆρος τυχὼν καὶ Ποσειδῶνος ἀδελφοῦ Διὸς ἀσφαλίου, καί τινος οἷον λιμένος τῆς τε παρούσης ταύτης ὑγιείας τε καὶ σωτηρίας λαβόμενος καὶ τῆς διατριβῆς τῆς μεθʼ ὑμῶν, πρὸς δὲ καὶ λόγου διαγγελθέντος ἐπὶ τούτῳ τοιούτου τινὸς, ὡς ἄρα ἐπόθουν τινὲς τὴν ἐμὴν παρουσίαν, καὶ τούτων οἱ ἐμφανέστατοι, οὐ διʼ ἐμὲ τοσοῦτον, ὥς γε ἐγὼ νομίζω, οὐδὲ διὰ τοὺς λόγους τοὺς ἐμοὺς, ἀλλʼ ἐνδεικνύμενοι τό τε γενναῖον καὶ τὸ φιλότιμον τὸ περὶ ταῦτα καὶ τὴν πρὸς τοὺς πρεσβυτέρους τιμήν τε καὶ εὔνοιαν ὁπόσοις ὁ βίος ἐν τούτοις, ὑφʼ ὧν καὶ πρότερον ἡσθέντας πολλάκις ἑαυτοὺς μέμνηνται καὶ ἡδίους γενομένους ἐν ταῖς κοιναῖς τῶν Ἑλλήνων πανηγύρεσιν, ἔγνων μὴ ὀκνητέον εἶναί μοι διὰ ταῦτα παρελθεῖν εἰς ὑμᾶς, ἀλλʼ ἅμα ἐν τῷ αὐτῷ ἀποτιστέον διπλῆν ἔκτισιν δυοῖν ἀδελφοῖν, τὴν μὲν προτέραν τε καὶ πρεσβυτέραν καὶ τρόπον τινὰ εἰωθυῖαν, τὴν δὲ νῦν ἄρξεσθαι μέλλουσαν. εἶναι γὰρ οὐδὲ εὐαγὲς ἴσως ἐμὲ πανταχοῦ τοῦ θείου μεμνημένον, καὶ σχεδὸν τῆς πλείστης μοι διατριβῆς τῶν λόγων περὶ ταῦτα οὔσης, παρεορακέναι δοκεῖν τὸν ἀπὸ τῶν λόγων ἔρανον πρὸς μόνον θεῶν τοῦτον, καὶ μηδένα εἶναι λόγον ἐπώνυμον ἐμὸν μήτε τοῦ θεοῦ μήτε αὐτοῦ τοῦ τόπου τούτου ἐν ᾧ νῦν ἐσμὲν, ἀλλʼ ὠλιγωρῆσθαι πρᾶγμα τηλικοῦτον· ὑπὲρ οὗ καλῶς ἂν ἔχειν ἴσως καὶ ἐξιλάσασθαί μοι τὸν θεὸν πρότερον καὶ ἐξευμενίσασθαι, τῶν μὲν πρότερον συγγνώμην ἔχειν, εἰ ἄρα τι παρῶπταί μοι εἰς ταῦτα, τὰ δὲ παρόντα ταῦτα εὐμενῶς προσδέξασθαι καὶ ἵλεῳ τῇ γνώμῃ καὶ τἄλλα τε ἀγαθὰ διδόναι καὶ εἰπεῖν τι οἷον χρή. κἂν ὡς ἑτέρως συμβαίνῃ, πρὸς τὴν ἐμὴν δύναμιν ὁρᾶν, καὶ μὴ πρὸς τὸ τοῦ λόγου μέγεθος ἀμύθητον ὂν, καὶ ταῦτα ὂν ἀτεχνῶς τὸ λέγειν τι περὶ τούτων καὶ ἐγχειρεῖν ὥσπερ ἂν εἴ τις ἐξαριθμεῖσθαι βούλοιτο τοὺς χόας τῆς θαλάττης. οὐ μὴν ἀλλʼ ἐπειδὴ καὶ τὰ μέγιστα τῶν πελαγῶν καὶ ἀνήνυτα παρέχειν ὁ θεὸς οὗτος εἴωθε πορεύσιμα, καὶ ἐνίοτέ γε καὶ ἐξ οὐρίων οἷς ἂν ἵλεως ὢν τυγχάνῃ, ἀνήχθω καὶ νῦν ἡμῖν ὁ περὶ αὐτοῦ λόγος· καὶ ἀνήφθω γε ἐξ αὐτοῦ τοῦ θεοῦ πρυμνησίου τινὰ τρόπον, ὡς ἂν εἴποι τις. ὅσα μὲν οὖν εἰς τὴν τῶν ὅλων φύσιν ἀνάγειν ἀξιοῦντες οἱ πρῶτοι ταῦτα φιλοσοφήσαντες τοὺς περὶ τοῦ θεοῦ τούτου λόγους πᾶν ὅσον ὑγρὸν ἐν τῷ παντὶ, ἤτοι μέρος ὂν τὸ μέγιστον τοῦ σύμπαντος ἢ καὶ τὸ σύμπαν αὐτὸ τοῦτο· λέγω δὲ τὴν ὑγρὰν οὐσίαν οὕτω κληθεῖσαν, καθὰ καὶ ὁ τῶν ποιητῶν λόγος μαρτυρεῖ, γένεσιν τοῦτʼ εἶναι θεῶν φάσκων, ὥς που εἴρηται ὠκεανόν τε θεῶν γένεσιν, ἐν ἑτέρῳ ὀνόματι τῷ τοῦ Ὠκεανοῦ, καὶ τροφήν τε καὶ ζωὴν ξυμπάντων ὁπόσα τε θεῖα καὶ τῆς κάτω μοίρας· καὶ διὰ τοῦτο καὶ ὅρκον τοῦτʼ εἶναι μέγιστον θεῶν ἐν ἑτέρῳ πάλιν ὀνόματι τῷ τῆς Στυγὸς ὕδατι· καὶ ὡς θεοὺς πηγὰς καὶ ποταμοὺς ἐνόμιζον οἱ πρῶτοι μεγίστους τε καὶ πρώτους, καὶ ἔτι γε νάματα· καὶ εἶναί τε πάντα ἐνθένδε ὁπόσα γενέσεως μέτοχα καὶ ἀπιέναι πάλιν ἐκεῖσε κατὰ τὴν φθορὰν αὐτῶν, καὶ τοῦτʼ εἶναι τὴν ἀρὰν τὴν Ὁμήρου ἐπαρωμένου εἰς ὕδωρ πάντα ἐλθεῖν, ὡς ἔχει καὶ τὸ ἔπος ἀλλʼ ὑμεῖς γε πάντες ὕδωρ καὶ γαῖα γένοισθε, καὶ ὅσα ἄλλα τοιουτότροπα ὑπό τε ἀνδρῶν καὶ ποιητῶν σοφῶν εἴρηταί τε καὶ ἐξεύρηται, ταῦτα μὲν ἤτοι τέλεον ἡμῖν παρείσθω ἢ ἐπὶ τοσοῦτον εἰρήσθω ἐν γοῦν τῷ παρόντι. ἃ δέ ἐστι κοινὰ πάντων καὶ γνώριμα καὶ ἐν τοῖς πάντων ὀφθαλμοῖς, τούτων δὲ καὶ νῦν ἄν πως πρέποι μνησθῆναι. ἔστι δὲ οὐδὲ ταῦτα καθʼ ἑαυτὰ, ἀλλὰ καὶ ταῦτα σὺν μάρτυσι τοῖς ποιηταῖς λεγόμενα. ὁμολογεῖται μὲν γὰρ Κρόνῳ τρεῖς παῖδας γενέσθαι ἐκ Ῥέας τῆς μητρὸς αὐτῶν, Ποσειδῶν καὶ Ζεὺς καὶ τρίτος ὃν ἐπὶ τούτοις ἀκούομεν. καὶ δῆτα διαλαχεῖν ἐπὶ τούτοις τὸν κλῆρον τοῦ πατρὸς, τὸ πᾶν τοῦτο νομῇ δικαιοτάτῃ δασαμένους. Δία μὲν σχεῖν τόν τε οὐρανὸν καὶ τὸν αἰθέρα καὶ τὰ ἐν τούτοις, καὶ αὐτόθεν ὁρμᾶσθαι, τὸν δὲ Ποσειδῶ τὴν θάλατταν, τὸν δὲ τρίτον ἀδελφὸν τὸν ὑπὸ γῆς τόπον. θεασώμεθα δὴ νῦν ἐν ἡμῖν αὐτοῖς πότερος αὐτῶν τὴν ἀρχὴν φιλανθρωποτέραν ἐποιήσατο τὴν αὑτοῦ καὶ κοινοτέραν, πότερον ὁ μηδὲ μεταδοὺς μηδὲν αὐτῆς μηδενὶ, ἢ ὁ μεταδιδοὺς μὲν, οὐ πρότερον δὲ πρὶν ἢ οἴχεσθαι, ἢ ὁ ζῶντάς τε ὑποδεχόμενος ἅπαντας καὶ παρέχων ἑαυτῷ συζῆν καὶ συνεῖναί τε καὶ συμπολιτεύεσθαι, καὶ ἐπεργάζεσθαι τὸν κάλλιστον τῶν κλήρων τὴν θάλατταν, καὶ πάνθʼ ὅσα ἀγαθὰ ἀπὸ θαλάττης ἔκ τε αὐτῆς καὶ διʼ αὐτῆς ἐξεύρηται, καὶ δοὺς ἑαυτὸν εἰς ἅπαντα τῷ γένει τῷ τῶν ἀνθρώπων. καὶ μὴν ἄνθρωπός γε τί μὲν τῶν δένδρων διέφερε τῶν ἐν τῇ γῇ τῶν αὐτοφυῶν, ἕως ἐν γῇ μόνον ἦν; τί δὲ ἦν αὐτῷ καλὸν, πρὶν παρανοῖξαι τὸν θεὸν τοῦτον τὴν θάλατταν, ἔπειτα δὲ καὶ ἀναπετάσαι; ἢ τί μὲν ἰδεῖν, τί δὲ ἀκοῦσαι; ὃς οὐδὲ τὴν γῆν αὐτὴν ἐν ᾗ ἦν ἠπίστατο, πλὴν τὰ ἐν ποσὶν, οὐχ ὅπως τὰ πέρατα αὐτῆς, ἢ τὴν ἑτέραν ἤπειρον, ἢ τὴν καταντικρύ. ἀλλʼ ἔζων τρόπον θηρίων οἱ πρότερον ἐκεῖνοι, κατὰ χειὰς καὶ χηραμοὺς καὶ δένδρα, οἱ μακάριοι καλούμενοι. ὧν τί ἦν ἀθλιώτερον, μήτε εἰδότων μηδὲν μήτε ἑορακότων μήτʼ ἐχόντων, πλὴν ὅσα ἐφʼ ἡμέραν ἑκάστην ἐπʼ ἴσης τοῖς ἀλόγοις ζώοις; ἐπειδὴ δὲ ἀνεῖπεν οὗτος ὁ θεὸς φοιτᾶν παρʼ αὑτὸν θαρρούντως καὶ ἐπινέμεσθαι τὴν θάλατταν, καὶ τρόπον τε ὑπέδειξε διʼ ὅτου καὶ τὸ δεῖμα ἐξεῖλε τῆς ψυχῆς, ὃ καθάπερ πρὸς θηρίον δεινόν τε καὶ φοβερὸν εἶχον τὴν θάλατταν συναρπασθήσεσθαι προσδοκῶντες ἀεὶ καὶ αὐτοὶ καὶ τὴν γῆν σύμπασαν ἅμα τοῖς ἀνέμοις βλέποντες, τηνικαῦτα δὲ οὐδὲ εἰπεῖν τῷ λόγῳ ῥᾴδιον τὸ πλῆθος τῶν ἀγαθῶν τῶν φοιτώντων εἰς τὴν γῆν παρὰ τῆς θαλάττης. συνελθεῖν τε εἰς ταυτὸν ἄμφω ταῦτα τὸ μέγιστον ἔργον Ποσειδῶνος, καὶ φιλίαν αὐτοῖς γενέσθαι καὶ ἐπιμιξίαν. πρότερον δὲ οὐδὲ τοῦτο ἦν, ἀλλὰ πολεμίω ἤστην ἀλλήλοιν ἥ τε γῆ καὶ ἡ θάλαττα. νυνὶ δὲ συνῳκισθήτην ὑπὸ τοῦ θεοῦ τούτου καὶ πόλεις τε ἐπολίσατο τοῖς ἀνθρώποις αὐτόθι, ἃς δὴ νήσους νυνὶ καλοῦμεν, ὡς μηδὲ ἐν θαλάττῃ ποθεῖν τὴν γῆν, μηδὲ ἄλλο τι ἢ ἐν γῇ εἶναι. καὶ πάντα τὰ ὄντα ἀνῆκε καὶ ζῶα παντοδαπά. ὅπου δὲ καὶ φυτὰ τὰ μὲν εἰς χρῆσιν τῷ ἀνθρώπῳ, τὰ δὲ καὶ τέρψιν τε καὶ ἡδονήν. καὶ μὴν καὶ τράπεζαν πολλῷ ἀφθονωτέραν παρέθηκε τῆς γῆς, ἀναπαύλας τε μυρίας ἐξεῦρε, καὶ τὸν ἄνθρωπον ἁπλῶς εἰπεῖν πτηνὸν ἀπέδειξε, μόνον οὐχ ὡς πτεροῖς τισι διὰ τῆς θαλάττης χρώμενον, τάξας μετὰ τῶν ἀνέμων φέρεσθαι, καὶ οὐδὲ τούτου φθονήσας, οὐχ ὅπως ἄλλου τινὸς, οὐχ ὥσπερ ὁ πρεσβύτατος ἀδελφὸς αὐτοῦ ἕνα τὸν Περσέα παρεῖναι λέγεται εἰς τὴν ἀρχὴν τὴν αὐτοῦ, καὶ τοῦτον μικρὸν ἀπέχοντα τῆς γῆς καὶ τῆς θαλάττης, καὶ τὸν Βελλεροφόντην τὸν ἐνθένδε μετὰ ταῦτα οὐκ ἐπὶ καλῷ. οὗτος δὲ πάντα τινὰ τὸν βουλόμενον καὶ ἄνδρα καὶ γυναῖκα καὶ αὐτοὺς τοὺς παῖδας· καὶ ἔστι γε οὓς καὶ ἀνέφηνεν ἐκ τῆς θαλάττης, ὡς τόν τε Ἀπόλλω καὶ τὴν Ἄρτεμιν. καὶ τούτων μὲν ὁ Ζεὺς εἰκότως ἂν χάριν αὐτῷ εἰδείη, ὅτι οὔτε τὴν Λητὼ περιεῖδεν ἐλαυνομένην πάντα τὸν χρόνον ὑπὲρ ὧν ἐτύγχανεν, οὔτε τὴν γένναν αὐτοῦ μικροῦ γε ἐξαμεληθεῖσαν. οὗτος δὲ καὶ τὸ Ἀφροδίτης κάλλος ἀνήνεγκεν ἐξ ἑαυτοῦ, καθάπερ ἐκ κεφαλῆς τινος καὶ οὗτος τῆς θαλάττης κατὰ τὴν πρὸς Δία μίμησιν, εἴτε καὶ πρότερος οὗτος οὐ μόνον τὰ ἀνθρώπινα, ἀλλὰ καὶ τὰ θεῖα, ὡς ἔχει ὁ κατὰ τὴν Ἴδην τὴν Τρωικὴν λόγος λεγόμενος. ἐπεὶ δὲ Λητοῦς ἐμνήσθημεν, εἰσῆλθέ με ὅσους καὶ ἄλλους ἔρωτας συνδιήνεγκε τῷ ἀδελφῷ· καὶ γὰρ τὸν Ἰοῦς τῆς Ἰνάχου καὶ τὸν Εὐρώπης τῆς καλῆς, τάχα δέ που καὶ ἄλλον καὶ ἄλλον, ὧν ἔτι καὶ νῦν ὀνόματα κατʼ ἀνθρώπους. τὸν δὲ παῖδα τὸν καλὸν τὸν μετὰ τῆς μητρὸς τῆς καλῆς καὶ παῖδα ἔθετο ἑαυτῷ καὶ κοινωνοὺς τῆς ἀρχῆς ἐποιήσατο αὐτόν τε καὶ τὴν μητέρα. ἀλλʼ οὗτος μὲν ὁ λόγος ἀναμένει ἡμᾶς εἰς τὸ ἐπειδὰν αὐτῷ καθήκῃ, νῦν δὲ τὰ Ποσειδῶνος ἔργα διέξιμεν ἐν ἀλλήλοις, οἷά τε καὶ ἡλίκα καὶ τὴν ἀρχὴν αὐτοῦ ὁπόσου ἀξία. ἐφεξῆς δʼ ἂν ἴσως εἴη καὶ τὰς τιμὰς τὰς κατʼ ἀνθρώπους ὁποῖαί τινες καὶ ὁπόσου ἄξιαι. πάντα γὰρ ὁπόσα μέρη τῆς γῆς ἐπισημότατα καὶ ὀνομαστότατα Ποσειδῶνι ἐπιπεφήμισται. ἐπὶ μὲν ταῖς εἰσβολαῖς τοῦ Εὐξείνου πόντου ᾗ τὸ στενότατον τῆς θαλάττης ἀναπετάννυσιν ἐξ αὑτοῦ τὴν πολλὴν θάλατταν, καὶ πέτρα τε κυανέα αὐτόθι ὠνόμασται καὶ πύλαι θαλάττης πρότερον εἶναι κλεισταὶ δοκοῦσαι, ἱερά τε αὐτοῦ καὶ τεμένη καὶ βωμοὶ, ἄλλα τε καὶ ἡ καταίρουσα πρὸς ἡμᾶς ἐκεῖθεν θάλαττα, Λευκάτα τε οὕτως ἐπωνομασμένη κατὰ τὴν ἐνταυθοῖ Λευκάτα τὴν ἐπὶ τῷ Ἀκτίῳ, οὐ πέτρα τις οὖσα ὥσπερ αὕτη, ἀλλὰ γῆ πολλὴ προχωροῦσα εἰς θάλατταν, προχωννύουσα ἐπὶ πολὺ αὐτὴν σχήματι κυκλοτερεῖ ἐξ ἡμισείας, δρεπάνης τινὰ τρόπον ἀτεχνῶς ὡς καὶ τὸ ὄνομα εἶναι τοῦτο τῇ προχώσει, καὶ λέγεσθαί γε ἐπʼ αὐτῷ καὶ λόγον τινὰ καὶ μῦθον, ὡς ἄρα ἐνταῦθα ἐπράχθη τὸ ἔργον τὸ περὶ τὸν Κρόνον ὑπὸ τῶν παίδων αὐτοῦ, τὸ περὶ τὴν ἐκτομήν. ὑπερβάντι δὲ τὴν Προποντίδα καὶ τὸν