ἐπειδὴ τῆς γε Ὀλυμπικῆς πανηγύρεως ἀπελείφθην τύχῃ τινι ἀδυνάτως ἔχων κατὰ τὸ σῶμα συμμετασχεῖν ὑμῖν τῶν γιγνομένων, κινδύνου τε εἰς ἔσχατον ἐλθὼν ἐκ τοῦ τότε μοι συμπεσόντος νοσήματος, Διός γε σωτῆρος τυχὼν καὶ Ποσειδῶνος ἀδελφοῦ Διὸς ἀσφαλίου, καί τινος οἷον λιμένος τῆς τε παρούσης ταύτης ὑγιείας τε καὶ σωτηρίας λαβόμενος καὶ τῆς διατριβῆς τῆς μεθʼ ὑμῶν, πρὸς δὲ καὶ λόγου διαγγελθέντος ἐπὶ τούτῳ τοιούτου τινὸς, ὡς ἄρα ἐπόθουν τινὲς τὴν ἐμὴν παρουσίαν, καὶ τούτων οἱ ἐμφανέστατοι, οὐ διʼ ἐμὲ τοσοῦτον, ὥς γε ἐγὼ νομίζω, οὐδὲ διὰ τοὺς λόγους τοὺς ἐμοὺς, ἀλλʼ ἐνδεικνύμενοι τό τε γενναῖον καὶ τὸ φιλότιμον τὸ περὶ ταῦτα καὶ τὴν πρὸς τοὺς πρεσβυτέρους τιμήν τε καὶ εὔνοιαν ὁπόσοις ὁ βίος ἐν τούτοις, ὑφʼ ὧν καὶ πρότερον ἡσθέντας πολλάκις ἑαυτοὺς μέμνηνται καὶ ἡδίους γενομένους ἐν ταῖς κοιναῖς τῶν Ἑλλήνων πανηγύρεσιν, ἔγνων μὴ ὀκνητέον εἶναί μοι διὰ ταῦτα παρελθεῖν εἰς ὑμᾶς, ἀλλʼ ἅμα ἐν τῷ αὐτῷ ἀποτιστέον διπλῆν ἔκτισιν δυοῖν ἀδελφοῖν, τὴν μὲν προτέραν τε καὶ πρεσβυτέραν καὶ τρόπον τινὰ εἰωθυῖαν, τὴν δὲ νῦν ἄρξεσθαι μέλλουσαν. εἶναι γὰρ οὐδὲ εὐαγὲς ἴσως ἐμὲ πανταχοῦ τοῦ θείου μεμνημένον, καὶ σχεδὸν τῆς πλείστης μοι διατριβῆς τῶν λόγων περὶ ταῦτα οὔσης, παρεορακέναι δοκεῖν τὸν ἀπὸ τῶν λόγων ἔρανον πρὸς μόνον θεῶν τοῦτον, καὶ μηδένα εἶναι λόγον ἐπώνυμον ἐμὸν μήτε τοῦ θεοῦ μήτε αὐτοῦ τοῦ τόπου τούτου ἐν ᾧ νῦν ἐσμὲν, ἀλλʼ ὠλιγωρῆσθαι πρᾶγμα τηλικοῦτον· ὑπὲρ οὗ καλῶς ἂν ἔχειν ἴσως καὶ ἐξιλάσασθαί μοι τὸν θεὸν πρότερον καὶ ἐξευμενίσασθαι, τῶν μὲν πρότερον συγγνώμην ἔχειν, εἰ ἄρα τι παρῶπταί μοι εἰς ταῦτα, τὰ δὲ παρόντα ταῦτα εὐμενῶς προσδέξασθαι καὶ ἵλεῳ τῇ γνώμῃ καὶ τἄλλα τε ἀγαθὰ διδόναι καὶ εἰπεῖν τι οἷον χρή. κἂν ὡς ἑτέρως συμβαίνῃ, πρὸς τὴν ἐμὴν δύναμιν ὁρᾶν, καὶ μὴ πρὸς τὸ τοῦ λόγου μέγεθος ἀμύθητον ὂν, καὶ ταῦτα ὂν ἀτεχνῶς τὸ λέγειν τι περὶ τούτων καὶ ἐγχειρεῖν ὥσπερ ἂν εἴ τις ἐξαριθμεῖσθαι βούλοιτο τοὺς χόας τῆς θαλάττης. οὐ μὴν ἀλλʼ ἐπειδὴ καὶ τὰ μέγιστα τῶν πελαγῶν καὶ ἀνήνυτα παρέχειν ὁ θεὸς οὗτος εἴωθε πορεύσιμα, καὶ ἐνίοτέ γε καὶ ἐξ οὐρίων οἷς ἂν ἵλεως ὢν τυγχάνῃ, ἀνήχθω καὶ νῦν ἡμῖν ὁ περὶ αὐτοῦ λόγος· καὶ ἀνήφθω γε ἐξ αὐτοῦ τοῦ θεοῦ πρυμνησίου τινὰ τρόπον, ὡς ἂν εἴποι τις. ὅσα μὲν οὖν εἰς τὴν τῶν ὅλων φύσιν ἀνάγειν ἀξιοῦντες οἱ πρῶτοι ταῦτα φιλοσοφήσαντες τοὺς περὶ τοῦ θεοῦ τούτου λόγους πᾶν ὅσον ὑγρὸν ἐν τῷ παντὶ, ἤτοι μέρος ὂν τὸ μέγιστον τοῦ σύμπαντος ἢ καὶ τὸ σύμπαν αὐτὸ τοῦτο· λέγω δὲ τὴν ὑγρὰν οὐσίαν οὕτω κληθεῖσαν, καθὰ καὶ ὁ τῶν ποιητῶν λόγος μαρτυρεῖ, γένεσιν τοῦτʼ εἶναι θεῶν φάσκων, ὥς που εἴρηται ὠκεανόν τε θεῶν γένεσιν, ἐν ἑτέρῳ ὀνόματι τῷ τοῦ Ὠκεανοῦ, καὶ τροφήν τε καὶ ζωὴν ξυμπάντων ὁπόσα τε θεῖα καὶ τῆς κάτω μοίρας· καὶ διὰ τοῦτο καὶ ὅρκον τοῦτʼ εἶναι μέγιστον θεῶν ἐν ἑτέρῳ πάλιν ὀνόματι τῷ τῆς Στυγὸς ὕδατι· καὶ ὡς θεοὺς πηγὰς καὶ ποταμοὺς ἐνόμιζον οἱ πρῶτοι μεγίστους τε καὶ πρώτους,