τῆς Ἀθηνᾶς. ἀλλʼ ὦ τῶν βασιλείων πρόδρομος μελάθρων, Αἰσχύλῳ χορὸς ᾖσε, τῶν τε οὐρανίων καὶ πατρῴων καὶ τῶν ἐν τῇ ἡμετέρᾳ μεγίστων, ἃ νύκτωρ μοι προὔφαινες, δίδου μὲν τιμὰς παρʼ ἀμφοτέρων τῶν βασιλέων, δίδου δὲ ἄκρον εἶναι φρονεῖν καὶ λέγειν. ὅστις δʼ ἐμοὶ τἀναντία λέγοι, τούτῳ μεταμέλοι. νικῷμι δὲ ὅσον βούλομαι· ἐν αὐτῷ δʼ ἐμοὶ πρώτῳ νικῴη τὰ βελτίω.