Ἡρακλέους δὲ ὅπως ἔσται θεός· ταῦτα δὴ καὶ ὁ Ἀπόλλων συνειδὼς τοῖς μὲν ἄλλοις αὐτός ἐστι προπύλαιος, αὑτοῦ δὲ τὴν Ἀθηνᾶν πεποίηται. ἀλλὰ γὰρ τίνι τῶν πάντων οὐ λυσιτελὴς ἡ θεός; ἢ τίς ἀσφαλεστέρα κοινωνός; ἢ ποῖον πῦρ ἄφυκτον ταύτης οὐχ ἑπομένης, ἀλλʼ ἡγουμένης; ἣ μόνη μὲν ἁπάντων θεῶν, ὁμοίως δὲ πασῶν, οὐκ ἐπώνυμος τῆς νίκης ἐστὶν, ἀλλʼ ὁμώνυμος. μόνη δʼ ἐργάνη καὶ πρόνοια κέκληται, τὰς τοῦ σώζειν ἅπαντα τὸν θεσμὸν ἐπωνυμίας ἀνῃρημένη. προφῆται δὲ καὶ ἱερεῖς καθάρσιον αὐτὴν ἐπικαλοῦνται καὶ ἀλεξίκακον καὶ τῶν τελεωτάτων ἔφορον καθαρμῶν· εἰκότως. εἰ γὰρ δεῖ καταλύσαντα τοὺς μύθους εἰπεῖν εἰς τὸ μέσον τὰ τῆς θεοῦ, ἥδʼ ἐστὶν ἡ τοὺς ὡς ἀληθῶς καὶ κοινοὺς πολεμίους ἡμῶν ἀπείργουσα, καὶ τὸν οἰκεῖον ἑκάστου πόλεμον εὖ τιθεμένη, τοὺς συνεχεῖς καὶ συμφύτους ἐχθροὺς ἀπαλλάττουσα, ὑφʼ ὧν καὶ οἶκοι καὶ πόλεις ἀνάστατοι γίγνονται πρὶν σάλπιγγος ἀκοῦσαι, φαίη τις ἂν, καὶ τὴν ἀληθῆ καὶ κυρίαν νίκην ἑκάστῳ διδοῦσα πολὺ τῆς Καδμείας κεχωρισμένην καὶ τῷ ὄντι Ὀλυμπικήν. διʼ ἣν ἀφροσύνη μὲν καὶ ἀσέλγεια καὶ δειλία καὶ ἀταξία καὶ στάσις καὶ ὕβρις καὶ ὑπερηφανία θεῶν καὶ πάνθʼ ὅσα τοιαῦτʼ ἂν εἴποι τις ἐκχωρεῖ· φρόνησις δὲ καὶ σωφροσύνη καὶ ἀνδρεία καὶ ὁμόνοια καὶ εὐταξία καὶ εὐπραγία καὶ τιμὴ θεῶν τε καὶ ἐκ θεῶν ἀντεισέρχεται. ὡς δʼ εἰπεῖν ἐν κεφαλαίῳ, τὸ τῆς Ἀθηνᾶς μέρος ἡ θεῶν ἀγορὰ πάντʼ ἐστὶ τὰ πράγματα. ταῦτʼ ἄρα καὶ τοῦ Διός ἐστιν ἐγγυτάτω καὶ περὶ παντὸς ἀεὶ ταυτὸν ἐν ἀμφοῖν δοκεῖ. κἀμοὶ πεπαῦσθαι καλὸν ἐνταῦθά που. ἀνελήλυθε γὰρ εἰς τὴν ἀρχὴν ὁ λόγος, μᾶλλον δὲ ἐλήλυθε πρὸς αὐτὸ τὸ ἔσχατον. σχεδὸν γὰρ δύναμιν τοῦ Διὸς εἶναι λέγων τις αὐτὴν ἐκ τούτων οὐκ ἂν ἁμαρτάνοι. ὥστε τί δεῖ μικρολογεῖσθαι τὰς ἐν μέρει πράξεις αὐτῆς διηγούμενον, ὁπότʼ ἔξεστι τὰ τοῦ Διὸς ἔργα κοινὰ τοῦ Διὸς εἶναι φῆσαι καὶ