ὑπερβολὴ τοῦ κράτους ὅτι καὶ τὸ φυτὸν κατεδείχθη νίκης εἶναι σύμβολον, ὡς οὐ μόνον αὐτῇ θεμιτὸν ὂν νικᾶν, ἀλλὰ καὶ τοὺς νικῶντας στεφανοῦν. καὶ γάρ τοι πάντα μὲν τὰ ἀπορώτατα οἱ ποιηταὶ ταύτῃ προστιθέασιν, ἐπειδὰν πόριμα καὶ δυνατὰ ἀποφῆναι βούλωνται, Ὀδυσσέας τε νηχομένους ἐν μέσοις τοῖς ἐρήμοις πελάγεσι καὶ νέους ἐκ γερόντων καὶ καλοὺς ἐξ οὐ καλῶν γιγνομένους, καὶ τοὺς ἀπὸ τῶν ἐθνῶν μνηστῆρας ἀπολλύντας ἀπὸ φαύλου καὶ γελοίου τοῦ ἐπικουρικοῦ μειρακίου καὶ νομέοιν δυοῖν, καὶ ἕτερα τούτων ἀτοπώτερα. φασὶ γὰρ Βελλεροφόντην μὲν ἐπὶ πτηνοῦ τοῦ Πηγάσου φέρεσθαι ἐχόμενον τοῦ δώρου τῆς Ἀθηνᾶς καὶ καταπρᾶξαι ἄλλα τε καὶ τὴν Χίμαιραν χειρώσασθαι, ἔξω βέλους ὄντα αὐτῇ τοῦ παρʼ αὐτῆς πυρός· Περσέα δὲ αὐτόπτερον εἰς Γοργόνων χώρους κομισθῆναι τῆς Ἀθηνᾶς προπεμπούσης, καὶ οὔτε ἁλῶναι τῇ θέᾳ καὶ ὡς ἀπέτεμε τὴν κεφαλὴν κομίσαντα ὀπίσω τοὺς μὲν σὺν ὕβρει ταῦτα ἐπιτάξαντας καὶ τὸ πολὺ τοῦ δήμου λίθους ποιῆσαι, αὐτὸν δʼ ἀπαθῆ διαφυγεῖν εἰς τέλος, ἀλεξιφάρμακον τὴν τῆς Ἀθηνᾶς ἔχοντα παρουσίαν εἰς ἅπαντα. ἀκόλουθα δὲ καὶ ἔτι μείζω τούτων τὰ πρὸς Ἡρακλέα. φαίνεται γὰρ αὕτη καταλεξαμένη θεὸν εἰς θεοὺς αὐτὸν, εἰ δὴ καὶ ὅτε ἦν ἐν ἀνθρώποις, εἰς ἅπαντας ἡγεῖτο τοὺς ἄθλους αὐτῷ. καὶ τοῦτο μὲν εἰς Ἅιδου ζῶντα κομίσασα ζῶντα ἐξήγαγε, κρατήσαντα τοῦ Κερβέρου, καὶ τοσοῦτον παρὰ τὸ εἰκὸς ἐξελθόντα, ὥστε καὶ ἕτερον τῶν ἐπιτηδείων πρὸ ὥρας αὐλιζόμενον αὐτόθι λῦσαι καὶ συνεξαγαγεῖν μεθʼ ἑαυτοῦ, τοῦτο δʼ ὁσαχοῦ τοῖς ἀντιπράττουσι τῶν δαιμόνων ἐναντίον ἔδει τὸ τόξον ἄρασθαι, τῆς Ἀθηνᾶς παρούσης ἐθάρρει. ὥστʼ ἐμοὶ μὲν οὐδὲν ἄλλο ἐκ τούτων ἢ γνώμην εἰπεῖν Ἀθηνᾶ δοκεῖ πρὸς τοὺς θεοὺς, Ἡρακλέα θεὸν εἶναι ψηφίσασθαι· οἱ δʼ ὥσπερ ἂν εἰ ὁ Ζεὺς αὐτὸς εἰσηγεῖτο, δέξασθαι. φαίνεται τοίνυν Ἀπόλλωνος μὲν καὶ Ἀρτέμιδος προνοηθεῖσα ὅπως ἔσονται,