<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg002.perseus-grc2" n="14"><p>μετʼ Ἀθηνᾶν μόνη. εἰ τοίνυν κάλλη θαυμαστὰ Ἀπόλλων καὶ Ἄρτεμις, τὴν πρόνοιαν Ἀθηνᾶν ἔχοι τις ἂν <pb xml:id="v.1.p.22"/> αἰτιάσασθαι. καίτοι εἰ καὶ θεοὺς ὑπὲρ αὑτῶν χάριν εἰκὸς ἔχειν, πῶς οὐχ ἡμᾶς γε εἰκὸς ὑπὲρ τῶν θεῶν, ὅτι πλείους ἡμῖν τοὺς εὐεργέτας προὐξένησε; θῆραι τοίνυν καὶ κυνηγέσια ἔστι μὲν Ἀπόλλωνος καὶ Ἀρτέμιδος παιδιὰ, καθίσταται δʼ εἰς τὸ προσήκειν τῇ θεῷ, διʼ ἓν μὲν ὅτι τῆς πολεμικῆς μόριον τέχνης ἐστὶ, μᾶλλον δὲ εἰκών. ταῦτα δὲ Ἀθηνᾷ μέλειν φασὶν, ἕτερον δʼ ὅτι καὶ αὐτοῖς τοῖς ἐπωνύμοις αὐτῶν ὅπως ἔσονται προσεξεῦρε. προσήκοι δʼ ἂν ταύτῃ καὶ τῷ Ἀσκληπιῷ μεγάλῳ μέρει τοῦ παντός. Ἀθηναίων δὲ οἱ πρεσβύτατοι καὶ ὑγιείας Ἀθηνᾶς βωμὸν ἱδρύσαντο. εἰ δὲ ἐκείνων ὀρθὴ ψῆφος, τί χρὴ μεῖζον εὑρεῖν εἰς τὴν Ἀσκληπιοῦ καὶ Ἀθηνᾶς συμφωνίαν; μετέχει δὲ καὶ τῷ Ποσειδῶνι τῶν ἔργων, τῷ τε ἱππίῳ καὶ τῷ ποντίῳ, πρώτη μὲν τὸν χαλινὸν εὑροῦσα, πηξαμένη δὲ τὴν πρώτην ναῦν. ἀλλὰ μὴν ἥ γε πρὸς Ἑρμῆν κοινωνία τῆς θεοῦ παντὶ δήλη, ὅστις Ἑρμῆν καλεῖ λόγιον καὶ ἀγοραῖον καὶ <pb xml:id="v.1.p.23"/> ἐμπολαῖον· ἐναγωνίῳ δὲ καὶ ἀντὶ χορηγοῦ καθέστηκεν. Ὅμηρος μὲν γὰρ καὶ ἄντικρυς αὐτὴν ἐναγώνιον ἀποφαίνει· τὰ γὰρ ἆθλα κρίνει διʼ αὐτῆς. αὐλῳδίαν τοίνυν καὶ λυρῳδίαν καὶ κιθαρῳδίαν ἐξευροῦσα, τὴν μὲν τῶν Μουσῶν μιᾷ δωρεῖται, τὴν δʼ Ἑρμῇ, τὴν δʼ Ἀπόλλωνι. οὕτω δὲ πανταχοῦ χώραν ἔχει ὥστε ὁ μὲν Ἄρης παῖς ἐστι πρὸς αὐτὴν ἐν αὐτοῖς τοῖς ἑαυτοῦ πράγμασιν, ὁ δʼ Ἀπόλλων τῶν αὑτοῦ χρησμῳδιῶν ταύτην προὐστήσατο καὶ προθύειν ἐπέταξεν. Ἥφαιστος δὲ ὑπὸ μὲν τοῦ ἔρωτος ἀναγκάζεται <pb xml:id="v.1.p.24"/> φιλοτεχνεῖν, ἡ δὲ φύσις λείπεται. Χάριτες δʼ αὐτῆς περὶ χεῖρας ἵστανται. Διόσκουροι δʼ ὑπʼ αὐτῇ πυρριχίζουσιν. Ἴακχος δὲ καὶ αἱ Ἐλευσίνιαι τοὺς τῆς θεοῦ χοροὺς διώκουσι, Ποσειδῶν δὲ συνεχώρησεν ἡττώμενος. ἡ δὲ</p></div></div></body></text></TEI>