μετʼ Ἀθηνᾶν μόνη. εἰ τοίνυν κάλλη θαυμαστὰ Ἀπόλλων καὶ Ἄρτεμις, τὴν πρόνοιαν Ἀθηνᾶν ἔχοι τις ἂν αἰτιάσασθαι. καίτοι εἰ καὶ θεοὺς ὑπὲρ αὑτῶν χάριν εἰκὸς ἔχειν, πῶς οὐχ ἡμᾶς γε εἰκὸς ὑπὲρ τῶν θεῶν, ὅτι πλείους ἡμῖν τοὺς εὐεργέτας προὐξένησε; θῆραι τοίνυν καὶ κυνηγέσια ἔστι μὲν Ἀπόλλωνος καὶ Ἀρτέμιδος παιδιὰ, καθίσταται δʼ εἰς τὸ προσήκειν τῇ θεῷ, διʼ ἓν μὲν ὅτι τῆς πολεμικῆς μόριον τέχνης ἐστὶ, μᾶλλον δὲ εἰκών. ταῦτα δὲ Ἀθηνᾷ μέλειν φασὶν, ἕτερον δʼ ὅτι καὶ αὐτοῖς τοῖς ἐπωνύμοις αὐτῶν ὅπως ἔσονται προσεξεῦρε. προσήκοι δʼ ἂν ταύτῃ καὶ τῷ Ἀσκληπιῷ μεγάλῳ μέρει τοῦ παντός. Ἀθηναίων δὲ οἱ πρεσβύτατοι καὶ ὑγιείας Ἀθηνᾶς βωμὸν ἱδρύσαντο. εἰ δὲ ἐκείνων ὀρθὴ ψῆφος, τί χρὴ μεῖζον εὑρεῖν εἰς τὴν Ἀσκληπιοῦ καὶ Ἀθηνᾶς συμφωνίαν; μετέχει δὲ καὶ τῷ Ποσειδῶνι τῶν ἔργων, τῷ τε ἱππίῳ καὶ τῷ ποντίῳ, πρώτη μὲν τὸν χαλινὸν εὑροῦσα, πηξαμένη δὲ τὴν πρώτην ναῦν. ἀλλὰ μὴν ἥ γε πρὸς Ἑρμῆν κοινωνία τῆς θεοῦ παντὶ δήλη, ὅστις Ἑρμῆν καλεῖ λόγιον καὶ ἀγοραῖον καὶ ἐμπολαῖον· ἐναγωνίῳ δὲ καὶ ἀντὶ χορηγοῦ καθέστηκεν. Ὅμηρος μὲν γὰρ καὶ ἄντικρυς αὐτὴν ἐναγώνιον ἀποφαίνει· τὰ γὰρ ἆθλα κρίνει διʼ αὐτῆς. αὐλῳδίαν τοίνυν καὶ λυρῳδίαν καὶ κιθαρῳδίαν ἐξευροῦσα, τὴν μὲν τῶν Μουσῶν μιᾷ δωρεῖται, τὴν δʼ Ἑρμῇ, τὴν δʼ Ἀπόλλωνι. οὕτω δὲ πανταχοῦ χώραν ἔχει ὥστε ὁ μὲν Ἄρης παῖς ἐστι πρὸς αὐτὴν ἐν αὐτοῖς τοῖς ἑαυτοῦ πράγμασιν, ὁ δʼ Ἀπόλλων τῶν αὑτοῦ χρησμῳδιῶν ταύτην προὐστήσατο καὶ προθύειν ἐπέταξεν. Ἥφαιστος δὲ ὑπὸ μὲν τοῦ ἔρωτος ἀναγκάζεται φιλοτεχνεῖν, ἡ δὲ φύσις λείπεται. Χάριτες δʼ αὐτῆς περὶ χεῖρας ἵστανται. Διόσκουροι δʼ ὑπʼ αὐτῇ πυρριχίζουσιν. Ἴακχος δὲ καὶ αἱ Ἐλευσίνιαι τοὺς τῆς θεοῦ χοροὺς διώκουσι, Ποσειδῶν δὲ συνεχώρησεν ἡττώμενος. ἡ δὲ ὑπερβολὴ τοῦ κράτους ὅτι καὶ τὸ φυτὸν κατεδείχθη νίκης εἶναι σύμβολον, ὡς οὐ μόνον αὐτῇ θεμιτὸν ὂν νικᾶν, ἀλλὰ καὶ τοὺς νικῶντας στεφανοῦν. καὶ γάρ τοι πάντα μὲν τὰ ἀπορώτατα οἱ ποιηταὶ ταύτῃ προστιθέασιν, ἐπειδὰν πόριμα καὶ δυνατὰ ἀποφῆναι βούλωνται, Ὀδυσσέας τε νηχομένους ἐν μέσοις τοῖς ἐρήμοις πελάγεσι καὶ νέους ἐκ γερόντων καὶ καλοὺς ἐξ οὐ καλῶν γιγνομένους, καὶ τοὺς ἀπὸ τῶν ἐθνῶν μνηστῆρας ἀπολλύντας ἀπὸ φαύλου καὶ γελοίου τοῦ ἐπικουρικοῦ μειρακίου καὶ νομέοιν δυοῖν, καὶ ἕτερα τούτων ἀτοπώτερα. φασὶ γὰρ Βελλεροφόντην μὲν ἐπὶ πτηνοῦ τοῦ Πηγάσου φέρεσθαι ἐχόμενον τοῦ δώρου τῆς Ἀθηνᾶς καὶ καταπρᾶξαι ἄλλα τε καὶ τὴν Χίμαιραν χειρώσασθαι, ἔξω βέλους ὄντα αὐτῇ τοῦ παρʼ αὐτῆς πυρός· Περσέα δὲ αὐτόπτερον εἰς Γοργόνων χώρους κομισθῆναι τῆς Ἀθηνᾶς προπεμπούσης, καὶ οὔτε ἁλῶναι τῇ θέᾳ καὶ ὡς ἀπέτεμε τὴν κεφαλὴν κομίσαντα ὀπίσω τοὺς μὲν σὺν ὕβρει ταῦτα ἐπιτάξαντας καὶ τὸ πολὺ τοῦ δήμου λίθους ποιῆσαι, αὐτὸν δʼ ἀπαθῆ διαφυγεῖν εἰς τέλος, ἀλεξιφάρμακον τὴν τῆς Ἀθηνᾶς ἔχοντα παρουσίαν εἰς ἅπαντα. ἀκόλουθα δὲ καὶ ἔτι μείζω τούτων τὰ πρὸς Ἡρακλέα. φαίνεται γὰρ αὕτη καταλεξαμένη θεὸν εἰς θεοὺς αὐτὸν, εἰ δὴ καὶ ὅτε ἦν ἐν ἀνθρώποις, εἰς ἅπαντας ἡγεῖτο τοὺς ἄθλους αὐτῷ. καὶ τοῦτο μὲν εἰς Ἅιδου ζῶντα κομίσασα ζῶντα ἐξήγαγε, κρατήσαντα τοῦ Κερβέρου, καὶ τοσοῦτον παρὰ τὸ εἰκὸς ἐξελθόντα, ὥστε καὶ ἕτερον τῶν ἐπιτηδείων πρὸ ὥρας αὐλιζόμενον αὐτόθι λῦσαι καὶ συνεξαγαγεῖν μεθʼ ἑαυτοῦ, τοῦτο δʼ ὁσαχοῦ τοῖς ἀντιπράττουσι τῶν δαιμόνων ἐναντίον ἔδει τὸ τόξον ἄρασθαι, τῆς Ἀθηνᾶς παρούσης ἐθάρρει. ὥστʼ ἐμοὶ μὲν οὐδὲν ἄλλο ἐκ τούτων ἢ γνώμην εἰπεῖν Ἀθηνᾶ δοκεῖ πρὸς τοὺς θεοὺς, Ἡρακλέα θεὸν εἶναι ψηφίσασθαι· οἱ δʼ ὥσπερ ἂν εἰ ὁ Ζεὺς αὐτὸς εἰσηγεῖτο, δέξασθαι. φαίνεται τοίνυν Ἀπόλλωνος μὲν καὶ Ἀρτέμιδος προνοηθεῖσα ὅπως ἔσονται, Ἡρακλέους δὲ ὅπως ἔσται θεός· ταῦτα δὴ καὶ ὁ Ἀπόλλων συνειδὼς τοῖς μὲν ἄλλοις αὐτός ἐστι προπύλαιος, αὑτοῦ δὲ τὴν Ἀθηνᾶν πεποίηται. ἀλλὰ γὰρ τίνι τῶν πάντων οὐ λυσιτελὴς ἡ θεός; ἢ τίς ἀσφαλεστέρα κοινωνός; ἢ ποῖον πῦρ ἄφυκτον ταύτης οὐχ ἑπομένης, ἀλλʼ ἡγουμένης; ἣ μόνη μὲν ἁπάντων θεῶν, ὁμοίως δὲ πασῶν, οὐκ ἐπώνυμος τῆς νίκης ἐστὶν, ἀλλʼ ὁμώνυμος. μόνη δʼ ἐργάνη καὶ πρόνοια κέκληται, τὰς τοῦ σώζειν ἅπαντα τὸν θεσμὸν ἐπωνυμίας ἀνῃρημένη. προφῆται δὲ καὶ ἱερεῖς καθάρσιον αὐτὴν ἐπικαλοῦνται καὶ ἀλεξίκακον καὶ τῶν τελεωτάτων ἔφορον καθαρμῶν· εἰκότως. εἰ γὰρ δεῖ καταλύσαντα τοὺς μύθους εἰπεῖν εἰς τὸ μέσον τὰ τῆς θεοῦ, ἥδʼ ἐστὶν ἡ τοὺς ὡς ἀληθῶς καὶ κοινοὺς πολεμίους ἡμῶν ἀπείργουσα, καὶ τὸν οἰκεῖον ἑκάστου πόλεμον εὖ τιθεμένη, τοὺς συνεχεῖς καὶ συμφύτους ἐχθροὺς ἀπαλλάττουσα, ὑφʼ ὧν καὶ οἶκοι καὶ πόλεις ἀνάστατοι γίγνονται πρὶν σάλπιγγος ἀκοῦσαι, φαίη τις ἂν, καὶ τὴν ἀληθῆ καὶ κυρίαν νίκην ἑκάστῳ διδοῦσα πολὺ τῆς Καδμείας κεχωρισμένην καὶ τῷ ὄντι Ὀλυμπικήν. διʼ ἣν ἀφροσύνη μὲν καὶ ἀσέλγεια καὶ δειλία καὶ ἀταξία καὶ στάσις καὶ ὕβρις καὶ ὑπερηφανία θεῶν καὶ πάνθʼ ὅσα τοιαῦτʼ ἂν εἴποι τις ἐκχωρεῖ· φρόνησις δὲ καὶ σωφροσύνη καὶ ἀνδρεία καὶ ὁμόνοια καὶ εὐταξία καὶ εὐπραγία καὶ τιμὴ θεῶν τε καὶ ἐκ θεῶν ἀντεισέρχεται. ὡς δʼ εἰπεῖν ἐν κεφαλαίῳ, τὸ τῆς Ἀθηνᾶς μέρος ἡ θεῶν ἀγορὰ πάντʼ ἐστὶ τὰ πράγματα. ταῦτʼ ἄρα καὶ τοῦ Διός ἐστιν ἐγγυτάτω καὶ περὶ παντὸς ἀεὶ ταυτὸν ἐν ἀμφοῖν δοκεῖ. κἀμοὶ πεπαῦσθαι καλὸν ἐνταῦθά που. ἀνελήλυθε γὰρ εἰς τὴν ἀρχὴν ὁ λόγος, μᾶλλον δὲ ἐλήλυθε πρὸς αὐτὸ τὸ ἔσχατον. σχεδὸν γὰρ δύναμιν τοῦ Διὸς εἶναι λέγων τις αὐτὴν ἐκ τούτων οὐκ ἂν ἁμαρτάνοι. ὥστε τί δεῖ μικρολογεῖσθαι τὰς ἐν μέρει πράξεις αὐτῆς διηγούμενον, ὁπότʼ ἔξεστι τὰ τοῦ Διὸς ἔργα κοινὰ τοῦ Διὸς εἶναι φῆσαι καὶ τῆς Ἀθηνᾶς. ἀλλʼ ὦ τῶν βασιλείων πρόδρομος μελάθρων, Αἰσχύλῳ χορὸς ᾖσε, τῶν τε οὐρανίων καὶ πατρῴων καὶ τῶν ἐν τῇ ἡμετέρᾳ μεγίστων, ἃ νύκτωρ μοι προὔφαινες, δίδου μὲν τιμὰς παρʼ ἀμφοτέρων τῶν βασιλέων, δίδου δὲ ἄκρον εἶναι φρονεῖν καὶ λέγειν. ὅστις δʼ ἐμοὶ τἀναντία λέγοι, τούτῳ μεταμέλοι. νικῷμι δὲ ὅσον βούλομαι· ἐν αὐτῷ δʼ ἐμοὶ πρώτῳ νικῴη τὰ βελτίω.