πατρός. διὸ δὴ καὶ οὐ θέμις οὐδέποτε αὐτὴν καταλιπεῖν τὸν πατέρα, ἀλλʼ ἀεὶ πάρεστί τε καὶ συνδιαιτᾶται, καθάπερ συμπεφυκυῖα, ἀναπνεῖ τε εἰς αὐτὸν καὶ σύνεστι μόνη μόνῳ τῆς γενέσεως μεμνημένη, καὶ τῶν ὠδίνων ἀποδιδοῦσα πρέποντα τὸν μισθόν. δοκεῖ δέ μοι καὶ πρεσβυτάτη θεῶν φῦναι, ἢ κομιδῆ τινῶν εὐαριθμήτων καὶ τῶν πρώτων ὄντων ἐν τῷ τότε· οὐ γὰρ ἂν ἄλλως ἕκαστα ὁ Ζεὺς διεῖλεν, εἰ μὴ πάρεδρόν τε καὶ σύμβουλον τὴν Ἀθηνᾶν παρεκαθίσατο. καὶ γάρ τοι μόνη μὲν τὴν αἰγίδα διʼ αἰῶνος φορεῖ, μόνη δὲ τοῖς τοῦ πατρὸς ὅπλοις εἰς τὸν Ὁμηρικὸν πόλεμον κοσμεῖται· οἷα δὲ ἐν αὐλῇ θαυματοποιῶν ἅμα τοῖς αὐτοῖς ὅ τε Ζεὺς καὶ ἡ θεὸς χρῆται. οὕτως δʼ ἐστὶν αἰδέσιμος τῷ πατρὶ καὶ πάντων κεκοινώνηκε καὶ τὰ πρεσβεῖα μόνη κατείληφεν, ὥστε καὶ τῶν ποιητῶν οὓς ἂν μάλιστά τις εἴποι τυχεῖν τῆς θεοῦ, Ὅμηρος μὲν τῆς αἰγίδος αὐτῆς μνησθεὶς καὶ τοῦ τρῶσαι δαίμονος ἐπιχειρήσαντος λέγει σμερδαλέην, ἣν οὐδὲ Διὸς δάμνησι κεραυνὸς, λέγων ἀσφαλῶς, ἐπειδή γε καὶ τῷ Διὶ τῶν σκηπτῶν καὶ κεραυνῶν πλείονος ἄξια τὰ παρὰ τῆς Ἀθηνᾶς. Πίνδαρος δʼ αὖ φησι δεξιὰν κατὰ χεῖρα τοῦ πατρὸς αὐτὴν καθεζομένην τὰς ἐντολὰς τοῖς θεοῖς ἀποδέχεσθαι. ἀγγέλου μὲν γάρ ἐστι μείζων, ἥ γε τῶν ἀγγέλων ἄλλοις ἄλλα ἐπιτάττει πρώτη παρὰ τοῦ πατρὸς παραλαμβάνουσα, ἀντʼ ἐξηγητοῦ τινος οὖσα τοῖς θεοῖς [καὶ εἰσαγωγέως, ὅταν καὶ τούτου δέῃ]. ἅτε δὲ ἐν κορυφῇ τε τοῦ Ὀλύμπου καὶ ἐκ κορυφῆς τοῦ Διὸς γενομένη πόλεών τε πασῶν τὰς κορυφὰς ἔχει κατὰ κράτος ὡς ἀληθῶς ᾑρηκυῖα καὶ τῶν ἀνθρώπων ὅσοι θεοφιλεῖς οὐκ Ἄτη πατεῖ τὰς κεφαλὰς, Ἀθηνᾶ δὲ ἀνέχει καὶ ἐμβατεύει, τηροῦσα τὸ σύμβολον τῆς αὑτῆς γενέσεως. τὸ μὲν δὴ κράτος τῆς θεοῦ τοσοῦτον ἐν οὐρανῷ καὶ γῇ. ὅσου δὲ ἀξία θεοῖς τε καὶ ἀνθρώποις ἐστί τε καὶ γεγένηται καὶ γενήσεται θεῶν μὲν ἂν παῖδες ἄμεινον εἴποιεν ὅσοι χορευταὶ τῆς Ἀθηνᾶς, πειρατέον δὲ καὶ ἡμῖν ἀμωσγέπως εἰπεῖν, ποιηταῖς τε ἄχρι τοῦ μετρίου προσχρωμένους καὶ τῷ λόγῳ τοσοῦτον ἐφιέντας, ὡς μὴ πολύ τι παρενεγκεῖν ἢ τὸν πάντα ἰσομέτρητον συμβῆναι τῷ ὀνείρατι. λέγεται γὰρ ὡς ἐπειδὴ οἱ Γίγαντες παρετάξαντο ἐν τῇ Φλέγρᾳ, Ἐγκέλαδον μὲν καὶ τοὺς ἡγουμένους αὐτῶν κτείνει ἡ θεὸς, τοῖς δʼ ἄλλοις θεοῖς ὀλίγον τὸ ἔργον γίγνεται, ἐπεὶ καὶ τῶν ἄλλων Γιγάντων ὅσον ἦν κράτιστον κτείνει ἡ θεὸς, ἅτε καὶ φύσει πολεμίους ὄντας ἑαυτῇ διαφερόντως ἀμυνομένη· ἦσαν γὰρ ἀπʼ ἐναντίου τοῦ γένους αὐτῇ. οἱ μὲν γὰρ ἐκ τῶν κοίλων τῆς γῆς ἐπεφύκεσαν καὶ τῶν ἀλογωτάτων, ἡ δὲ ἐκ τοῦ καθαρωτάτου τῶν ἐν τῷ αἰθέρι. πρὸς οὖν τοὺς ἐκείνων ὄφεις συμφύτους καὶ τἄλλα ὅσα τῆς γῆς ἐφείλκοντο τὸν αὑτῇ σύμφυτον κόσμον καὶ τὸ παρʼ αὑτῆς ἀντεπήγαγε πῦρ, ἕως ἐξέκαυσε καὶ ἐξεῖλε τὸ γένος. τόδε μὲν τὸ ἔργον αὐτῆς ὑπὲρ θεῶν τε καὶ τῆς θείας φύσεως ἁπάσης ᾁδεται καταπραχθέν. τὴν δὲ Τιτάνων καὶ τῶν Ὀλυμπίων θεῶν κληθέντων μάχην οὐχ ἥδιον ἐμοὶ γοῦν λέγειν. ἀλλὰ μὴν εἴς γε τὰ τῶν ἀνθρώπων πράγματα ὅσας εὐεργεσίας κατέθετο ἐνθυμηθῆναι ῥᾷον ἢ διελθεῖν λόγῳ. ἡ μὲν οὖν μεγίστη τῶν εὐεργεσιῶν καὶ διὰ πάντων τῶν γιγνομένων διήκουσα καὶ παρατείνουσα πάντας χρόνους καὶ τόπους, ὅτι Ἀθηνᾶς ἡγουμένης οὐδὲν πώποτε ἀνθρώποις ἡμαρτήθη, οὐδʼ αὖ πράξουσί ποτε χρηστὸν οὐδὲν ἄνευ τῆς Ἀθηνᾶς. εἰ δὲ δεῖ καὶ τῶν ἐν μέρει μνησθῆναι καὶ τοὺς μύθους μὴ ἀτιμάσαι, προσθῶμεν ἔλαιον ὑγιείας φάρμακον φανθὲν ὑπʼ αὐτῆς, καὶ ἐσθῆτα, ὁμοῦ μὲν κόσμον τῷ σώματι, ὁμοῦ δὲ τῆς αὐτῆς ὑγιείας φάρμακον. ἀλλὰ μὴν ἀμφοτέρῳ γε τῷ γένει τῶν ἀνθρώπων ἐπίκουρος γεγένηται, γυναιξὶ μὲν ταλασίαν παραδοῦσα, ἀνδράσι δὲ ὅπλων χρῆσιν ἀναθεῖσα· ἀμφοτέρων αὖ τῶν καιρῶν ἐπεμελήθη, πολέμου καὶ εἰρήνης, διʼ ὅπλων καὶ νόμων. διχῆ δʼ αὖ καὶ τούτων ἑκατέρῳ προσηνέχθη. πρῶτον μὲν γὰρ τῆς ὀρείου καὶ καθʼ ἑκάστους διαίτης ἀπαλλαγῆναι καὶ συνελθόντας οἰκεῖν ἐν ταὐτῷ μίαν συνοικίαν κοινὴν περιβαλλομένους ἥδʼ ἐστὶν ἡ πείσασα, καὶ εἰσὶν αἱ πόλεις δῶρα Ἀθηνᾶς· ὅθεν δὴ καὶ πολιοῦχος ἅπασι κέκληται. τὰς δὲ ἀκροπόλεις ἐξεῖλον αὐτῇ δικαίως, ἅμα μὲν σύμβολον τῆς γενέσεως, ἅμα δὲ ὥσπερ τοῖς βασιλεῦσι καὶ ἡγεμόσι τεμένη καὶ χώρους ἐξαιροῦσιν, οὕτω τῇ τοῦ παντὸς ἡγησαμένῃ θεῷ τὰ ἐπικαιρότατα ἐξεῖλον. ἓν μὲν δὴ τοῦτο λέγω κοινὸν εὐεργέτημα τῆς θεοῦ, πρὸς τὴν καθʼ ἡμέραν δίαιταν, πολιτείαν καὶ νόμους, ἕτερον δὲ τὰς ἐμπύρους τε καὶ ἀπύρους τέχνας, ἃς τοῖς καθʼ ἑκάστους διεῖλέ τε καὶ διαιρεῖ· μόνη γὰρ ἁπάσης σοφίας ἡγεμών ἐστι. καὶ μὴν τῶν γε πρὸς τὸν πόλεμον συστημάτων τὰ πρωτεύοντα δύʼ ἐξεῦρέ τε καὶ κατεσκευάσατο· ὁπλῖται γὰρ καὶ ἱππεῖς τῶν Ἀθηνᾶς εὑρημάτων εἰσί. διττὰ δὲ ἑκατέρου μαρτύρια· τῶν μὲν ὁπλιτικῶν Αἰγύπτιοι μὲν τῶν κατὰ τὴν Ἀσίαν, οἱ δὲ ἐπώνυμοι τῆς θεοῦ τῶν ἐπὶ τῆς Εὐρώπης πρῶτοι προβαλόμενοι τὴν ἀσπίδα· ἔστι γὰρ καὶ κατʼ Αἴγυπτον Ἀθηνᾶς νομὸς ἱερὸς, ᾧ ταῦτα ἀνάκειται. παραπλησίως δὲ καὶ περὶ τῆς ἱππικῆς. λέγεται γὰρ Ἐριχθόνιον μὲν τὸν τῆς θεοῦ τρόφιμον πρῶτον ἀνθρώπων ἅρμα ζεῦξαι ἵππων· Βελλεροφόντῃ δὲ αὖ πρὸς τὸν κέλητα γενέσθαι χαλινὸν παρὰ τῆς Ἀθηνᾶς. Τριπτόλεμος δὲ Ἐριχθονίου νεώτερος· εἴη δʼ ἂν καὶ τούτῳ τὰ μὲν σπέρματα παρὰ τῆς Δήμητρος, τὸ δὲ ἅρμα παρὰ τῆς Ἀθηνᾶς. ὥστε νομίζειν χρὴ τοιαῦτʼ εἶναι πάντα τὰ δῶρα τῆς Ἀθηνᾶς τοῖς ἀνθρώποις, οἷα πρὸς τοὺς πολέμους ἐστὶν, ὁπλιτῶν φάλαγξ καὶ τάξις ἱππέων. ἔοικα δὲ προσθήσειν ὅ με ἀρτίως διέφυγεν, ὅτι καὶ τὰ ναυτικὰ Ἀθηνᾶς ἦν. ἐχέτω δὲ χώραν διττὴν τῷ λόγῳ. πρός τε γὰρ τοὺς πολέμους, εἴ τις καὶ οὕτω διχῆ διαιροῖτο τῶν κατʼ ἤπειρον καὶ τῶν ἐν θαλάττῃ, δείξει προνοηθεῖσαν τὴν θεόν· εἰ καὶ διχῆ πάλιν τῶν κατʼ ἤπειρον, ἕν τε τὸ αὐτὸ τὸ τῶν ναυτικῶν εἰς ἄμφω τείνει· εἰρηναῖον μὲν τὰς ὁλκάδας καὶ τὴν διὰ τούτων ἐμπορίαν, πολεμιστήριον δὲ τὰς τριήρεις, ὥσπερ ἅρμα ἁμιλλητήριον καὶ πολεμιστήριον· περιδέξιος γὰρ ἡ θεὸς αὐτή τε καὶ τὰ δῶρα αὐτῆς. ἔοικα δὲ σμῆνος ἐπεγείρειν, καί μοι σύνδυο ἐφίησιν ἡ θεός. ἐνιδὼν γὰρ ἐμπορίᾳ τε καὶ ναυμαχίᾳ τῆς Ἀθηνᾶς οὖσιν ἀμφοτέροις, ἐνεῖδον γεωργίᾳ τε καὶ ἐμπορίᾳ τῆς Ἀθηνᾶς οὖσιν ἀμφοτέροις, καὶ Βουζύγης τις ὑπῆλθέ με τῶν ἐξ ἀκροπόλεως, καὶ ὡς οὐκ ἦν τῷ γεωργῷ οὔτε τὸ ἄροτρον οὔτʼ, ἐπειδὴ καὶ τὸ ἄροτρον, τό γε ζεῦξαι τὰς βοῦς, εἰ μὴ ἐπιφροσύνην δῶκε γλαυκῶπις Ἀθήνη, διʼ ἧς ἄροτρον μὲν καὶ ναῦς ἐδημιουργήθη, ἐζεύχθησαν δὲ ἵπποι καὶ βόες. φιλανθρωποτάτη δὲ ἡ αὐτὴ καὶ δυνατωτάτη. τῆς μὲν οὖν δυνάμεως τί χρὴ μεῖζον εἰπεῖν σημεῖον ἢ τὸ νικᾶν πανταχοῦ; οὐ γάρ ἐστιν Ἀθηνᾶς νίκη κυρία, ἀλλʼ Ἀθηνᾶ νίκης ἀεί· τὴν δὲ φιλανθρωπίαν οἱ περὶ Ὀρέστην λόγοι μαρτύρονται. ὃν φυγόντα μὲν ἐξ Ἄργους Ἀθήναζε, φεύγοντα δʼ Ἀθήνησι δίκην ὑπʼ Εὐμενίδων, ἴσων τῶν ψήφων γενομένων, προσθεμένη τὴν παρʼ αὑτῆς σώζει. καὶ τοίνυν ἔτι νῦν σώζει πάντας, ἐὰν ἴσαι γένωνται· ἔδοξε γὰρ ἐξ ἐκείνου ταῖς ἴσαις προστιθέναι τὴν παρὰ τῆς Ἀθηνᾶς ἀφιεῖσαν. ἐπεὶ δὲ ἔδει παρθένον εἶναι διʼ αἰῶνος τὴν Ἀθηνᾶν καὶ μηδένα μήτε θεῶν μήτε ἀνθρώπων ψαῦσαι κατὰ τὸν τῆς πανδήμου νόμον, θαυμαστὰ οἷα κἀνταῦθα εὑρίσκεται παρὰ τοῦ πατρός· τὰ γὰρ τῆς καλλιτέκνου γέρα λαμβάνει. τῇ γὰρ Λητοῖ πλανωμένῃ διὰ πάσης γῆς καὶ θαλάττης ἡγεῖται πρὸς τὸν τόπον ὅπου εἱμαρμένον ἦν αὐτῇ τεκεῖν. καὶ ἐπειδὴ ἔτικτε, μαιοῦταί τε καὶ δέχεται τοὺς παῖδας, καὶ στεφανοῖ τὸν Ἀπόλλω κατὰ τὸν τῶν Ἑλλήνων παιᾶνα· ὥστε ἡ μὲν Ἄρτεμις λοχία ταῖς ἄλλαις ἐστὶν, αὕτη δὲ τῇ Ἀρτέμιδι λοχία πρὸς τὰς γονὰς ἡ θεὸς γεγένηται. καὶ ἔοικεν ἀμφοτέρων διδάσκαλος αὐτὴ καταστῆναι, τῆς τέχνης καὶ τῆς προαιρέσεως. παρθένος γάρ ἐστι