ὡς δὲ καὶ θεῶν ὅσα φῦλα ἀπορροὴν τῆς Διὸς τοῦ πάντων πατρὸς δυνάμεως ἕκαστα ἔχει καὶ ἀτεχνῶς κατὰ τὴν Ὁμήρου σειρὰν ἅπαντα εἰς αὐτὸν διήρτηται καὶ πάντα ἐξ αὐτοῦ ἐξῆπται, πολὺ καλλίων ἅλυσις ἢ κατὰ χρυσῆν τε καὶ εἴ τινα ἄλλην τις ἐπινοήσειεν. ἔρωτά τε καὶ Ἀνάγκην, δύο τούτω συναγωγοτάτω τε καὶ ἰσχυροτάτω, ἐν τοῖς πρῶτα ἐγέννησεν, ὅπως αὐτῷ τὰ πάντα συνέχοιεν. τό τε θνητὸν φῦλον οὐ μιᾶς οὐδὲ τῆς αὐτῆς ἅπαν μοίρας ἠξίωσεν, οὐδὲ ἀπηνήνατο μὴ οὐ καὶ ἀνθρώπων ὡς καὶ θεῶν εἶναι πατὴρ, ἀλλʼ ἐκ τοῦ αὐτοῦ γένους ὥσπερ νῦν οἱ τὰ μύρα σκευάζοντες, ὅσον ἦν οἷον ὑποστάθμη τε καὶ ἐμμεμενηκὸς κάτω, τοῦτο ὑπελείπετο ἀνθρώπου σπέρμα εἶναι, οὔτε τιμὴν ἴσην οὔτε δύναμιν ὁμοίαν ἔχον, οὐδὲ κακῶν εἰλικρινές τε καὶ ἄμοιρον, ὥσπερ ἦν ἐκεῖνο τὸ πρότερον γένος, ὅμως δὲ ἐντιμότερον τοῦ γε ἄλλου θνητοῦ γένους, ἅτε τοῦ λόγου κεκοινωνηκὸς καὶ οὐ παντάπασιν ἀπηλλαγμένον τῆς θείας μοίρας, ἀλλʼ οἷον ὀχετοῦ ἢ πηγῆς τὸ τελευταῖον ἐσχηκός. οὕτω δὴ προεδρίαν μὲν καὶ ἀρχὰς καὶ προστασίας δίδωσι θεοῖς, δεύτερα δὲ πολὺ ὕστερον καὶ ἀνθρώποις δίδωσι, τὰ δὲ μέσα ὅσα τε ἀέρος καὶ θαλάττης θρέμματα καὶ ὅσα λοιπὰ γῆς, ὑπʼ ἀμφοτέροις ἐποίησεν, ὥσπερ οἱ ἐν τοῖς στρατοπέδοις τοὺς μὲν ἀρίστους εἰς τὸ ἔμπροσθεν τάττοντες, τοὺς δὲ δευτέρους ἐξόπισθεν, τοὺς δʼ αὖ κακοὺς, τοῦτο δὴ τὸ λεγόμενον, εἰς μέσους. καὶ τοῖς μέν γε θεοῖς τὰς τέτταρας ἀπέδωκε χώρας, ὅπως μηδαμοῦ μηδὲν κενὸν εἴη θεῶν, ἀλλὰ πανταχοῦ πᾶσι παρῶσι τοῖς οὖσί τε καὶ γιγνομένοις, τὴν δὴ πρώτην πατρίδα τὴν οὐράνιον καὶ τὴν κατʼ ἀέρα καὶ τὴν ἐν θαλάττῃ καὶ τὴν ἐπὶ γῆς οἷον ὕπαρχοί τινες καὶ σατράπαι μεμερισμένοι. τῆς δὲ ἐξ αὐτῶν προνοίας οὐδὲν πλέον ἢ ἄνθρωπον μετέχειν ἐποίησε, πανταχοῦ σώζων τοῖς γένεσι τὴν ἀξίαν καὶ τὴν τάξιν οὐκ ἀνόνητον ἀξιῶν εἶναι. ταῦτα εἰδότες ἄνθρωποι καὶ μεγάλην ὑπὲρ μεγάλων ὀφείλοντες χάριν, ὡς χρόνῳ ὕστερον ἀθροίζοντες ἀλλήλους πόλεις ᾤκιζον, τὰς ἀκροπόλεις ἐξεῖλον Διὶ, πρός τε τὸ τοῦ παντὸς παράδειγμα βλέποντες, ὅτι ἦν αὐτὸς τῶν ἄκρων τοῦ παντὸς οἰκήτωρ, καὶ ἅμα τῶν ἐπικαιροτάτων ἑκόντες ἐξιστάμενοι, ὡς μόνῳ τυράννων ἄρχειν εἰδότι. καὶ τοῖς ἀρχομένοις σύμφορον εἶναι τοῦ γένους τὴν οἰκειότητα κἀνταῦθα ἐνεδείξατο ἡμῖν ἐκ τῶν δευτέρων· θεῶν μὲν γὰρ βία οὐχ ἅπτεται· διὰ τοῦτο νόμων οὐδὲν δέονται· ἀνθρώποις δὲ αὖ μόνοις τῶν ἄλλων ζώων ἐνόμιζε, φόνῳ τε ὅπως μὴ φθείρωνται καὶ ἁρπαγαὶ καὶ βίαι ὅπως μὴ γίγνωνται, ἀλλὰ δίκη βίας ἔμπροσθεν ᾖ. ταῦτα δὲ ἐνομοθέτει Ζεὺς, ὅτε ἔπεμπεν εἰς ἀνθρώπους Αἰδῶ καὶ Δίκην μετὰ τῶν ἄλλων θεῶν, ἐπιμελησομένους ἀνθρώπων καὶ φυλάξοντας αὐτοῖς τὸν βίον. ἥ τε οὖν ἐξ ἀρχῆς γένεσις ἐκ Διὸς ἡμῖν, ὥσπερ καὶ τῷδε τῷ παντὶ, καὶ ἡ τοῦ βίου σωτηρία καὶ τέχναι καὶ νόμοι καὶ τὸ θνητὸν ὂν ἡμῶν γένος κατὰ μέρος ἀθάνατον εἶναι τῇ διαδοχῇ. καὶ ὁ περὶ αὐτῶν τούτων λογισμὸς Διός ἐστι μέρος. Ὅμηρος δὲ πόρρω τοῦ καιροῦ μανικὸς ἦν, ὃς ἐποίησεν ἐν θεῶν ἀγορᾷ Δία κωλύοντα θεοὺς ἀνθρώπων ἐπιμέλεσθαι· ὁ δὲ οὐ τοῦτο ἐκώλυσεν, οὐδὲ μὴ κωλύσῃ γε, αὐτὸς αὑτὸν αἰδούμενος. οὐ γὰρ θέμις αὐτῷ μεταστραφῆναι οὐδὲ ἑτέραν γνώμην ἔχειν οὔτε ὑπὸ λήθης οὔτε ὑπὸ μετανοίας ἧς ἔσχεν ἐξ ἀρχῆς, ὅτε ἐποίει θεοὺς μὲν ἀνθρώπων ἐπιμελητὰς, ἀνθρώπους δὲ θεῶν θεραπευτάς τε καὶ ὑπηρέτας· ὃ δὴ μάλιστα πρέψειν τε καὶ συνοίσειν ἔμελλεν ἀμφοτέροις. ἔστιν οὖν πάντων δὴ τῶν ὄντων Ζεὺς αἴτιός τε καὶ δημιουργὸς, καὶ διὰ τοῦτον ἅπαντα γίγνεται ὅσα τε οὐράνια καὶ ὅσα ἐπίγεια, ὥσπερ καὶ τὸ ὄνομα αὐτὸ παραδηλοῖ, οὐ πόρρω τῆς αἰτίας λεγόμενον, ἐπειδὰν λέγωμεν Δία. Ζεὺς μὲν γὰρ ὅτι ζωῆς τε καὶ οὐσίας ἑκάστοις ἐστὶν αἴτιος κέκληται ἡμῖν, αὖθις δὲ καθὸ αἰτιώμενοι τινὰς ὀνομάζομεν, κατὰ ταύτην τὴν