τάδε σοὶ κατʼ εὐχὴν, Ζεῦ βασιλεῦ τε καὶ σῶτερ, δῶρα ἀνάγομεν, σὺ δὲ δέξαι, καὶ ὥσπερ ἔσωσας εὐμενῶς, καὶ προσοῦ τὰ χαριστήρια, τῷ τε λόγῳ ἐπάρκεσον καὶ παράπεμψον εἰς ὅσον ἀνθρώπου λόγον ἐξικέσθαι δυνατὸν ὡς πλεῖστον, ὡς μὴ τελέως καταγέλαστοι γενώμεθα, μηδὲ ἀπὸ τοῦ παντὸς πέσοιμεν. καίτοι πρὸς αὐτῷ γιγνόμενος οὐκ ἔχω τίς γένωμαι, ἀλλὰ νῦν μοι δοκῶ καὶ σφόδρα μανθάνειν ὡς τελέως ἄρα ἐκινδύνευον, καὶ οὐκ ἐν ἐμαυτῷ ἦν ὑπὸ τῆς θαλάττης, κατὰ τοιούτων εὐχόμενος, ἃ μήτε ἀποπληρῶσαι ῥᾴδιον μήτε ἐγχειρῆσαι σωφροσύνης ἴσως ἔχει πίστιν, ὑπισχνούμενος ὕμνον ἐρεῖν Διὸς, καὶ ταῦτα ἄνευ μέτρου. ἦ πολλὴ τότε ἦν ἡ θάλαττα καὶ πᾶν ἐποίει καὶ πράττειν καὶ λέγειν. ὅμως δὲ, οὐ γὰρ ἐκλειπτέον οὐδὲν εὐκταῖον, φασὶν, ἀλλὰ πᾶν ὁτιοῦν ὁπωσοῦν ἀποδιδόμενον κρεῖττον ἢ καθάπαξ ἐκλειφθὲν, πειραθῶμεν ἀμωσγέπως ἀφοσιώσασθαι πρὸς τὸν θεόν· τοῦ δὲ κάλλιον ἢ ἐνδεέστερον αὐτῷ μελήσει. καὶ δὴ τὸ μὲν ὅλως ἐκλιπεῖν ἀργίας οἴσει δόξαν, ἣν οὐ θέμις ἐν τοῖς πρὸς τοὺς θεοὺς ἔχειν, τοῦ δὲ μὴ ἐφικέσθαι ἡ τοῦ πράγματος αὐτοῦ φύσις παρέξει τὴν συγγνώμην. οὐ γὰρ ἑκόντες ἐκλιπεῖν δόξομεν, ἀλλʼ ἀναγκαίως ὕστεροι γίγνεσθαι. ὡς δʼ εἰπεῖν, κρεῖττον, εἰ δεῖ, γέλωτα ὀφλεῖν ἢ μέμψιν ἐκ θεῶν. ἐπειδὴ οὖν εὐξάμεθά τε καὶ οὐκ ἂν ἄλλως ταῦτα ἔχοι, δεῖ δὴ ὥσπερ τῶν ἀθλητῶν τοὺς ἀπογράψαντας ἑαυτοὺς μὴ ἀναχωρεῖν, ἀλλʼ ὁμόσε ἰέναι καὶ πειρᾶσθαι τοῦ ἀγωνίσματος. εἶεν δὴ, Μοῦσαι Διὸς παῖδες, οὐ γὰρ ἔγωγε ὁρῶ πότε ἄν τις ὑμᾶς ἄμεινον καλέσειεν ἢ νῦν, εἴθʼ ὑμεῖς γε ἐπʼ Ὀλύμπου σὺν Ἀπόλλωνι Μουσηγέτῃ τὴν θείαν ᾠδὴν ᾁδετε, ὑμνοῦσαι τὸν ὑμέτερόν τε καὶ τῶν ὅλων πατέρα, εἴτε Πιερία φίλον ὑμῖν ἐνδιαίτημα, εἴτε ἐν Ἑλικῶνι τῷ Βοιωτίῳ χορεύετε, τῶν Διὸς ἔργων τε καὶ δωρεῶν ὅ τί περ ὄφελος, ἄγʼ ὦ πάντʼ εἰδυῖαι, πόθεν ἀρχώμεθα; τί τολμήσομεν εἰπεῖν περὶ Διός; δότε μοι μανικὸν γενέσθαι τὸν λόγον ὥσπερ τῇ ὑποθέσει, οὕτως καὶ τοῖς πρέπουσιν εἰς αὐτὸν, καὶ μή με οὐρανοῦ καὶ γῆς ἐν τῷ μέσῳ καταλίπητε. Ζεὺς τὰ πάντα ἐποίησε καὶ Διός ἐστιν ἔργα ὅσα ἐστὶ πάντα, καὶ ποταμοὶ καὶ γῆ καὶ θάλαττα καὶ οὐρανὸς καὶ ὅσα τούτων μεταξὺ ἄνω καὶ ὅσα ὑπὸ ταῦτα, καὶ θεοὶ καὶ ἄνθρωποι καὶ ὅσα ψυχὴν ἔχει καὶ ὅσα εἰς ὄψιν ἀφικνεῖται καὶ ὅσα δεῖ νοήσει λαβεῖν. ἐποίησε δὲ πρῶτος αὐτὸς ἑαυτὸν, οὐ Κρήτης ἐν εὐώδεσιν ἄντροις τραφεὶς, οὐδʼ ἐμέλλησεν αὐτὸν Κρόνος καταπιεῖν, οὐδʼ ἀντʼ ἐκείνου λίθον κατέπιεν, οὐδʼ ἐκινδύνευσε Ζεὺς οὐδὲ