φωτός. ταῦτα δέδοιχʼ ὅπᾳ τελεῖται. Χορός τίνα δʼ ἔμμεν πόθεν ἄνδρα τοῦτον λέγει, τίνα τε στολὰν ἔχοντα; πότερα σὺν πολεμηΐοις ὅ- πλοισι στρατιὰν ἄγοντα πολλάν; ἢ μοῦνον σὺν ὀπ.άοσιν στείχειν ἔμπορον οἷʼ ἀλάταν ἐπʼ ἀλλοδαμίαν, ἰσχυρόν τε καὶ ἄλκιμον ὧδε καὶ θρασύν, ὅς τε τούτων ἀνδρῶν κρατερὸν σθένος ἔσχεν; ἦ θεὸς αὐτὸν ὁρμᾷ, δίκας ἀδίκοισιν ὄφρα μήσεται· οὐ γὰρ ῥᾴδιον αἰὲν ἔρ- δοντα μὴ ʼντυχεῖν κακῷ. πάντʼ ἐν τῷ δολιχῷ χρόνῳ τελεῖται. Αἰγεύς δύο ϝοι φῶτε μόνους ἁμαρτεῖν λέγει, περὶ φαιδίμοισι δʼ ὤμοις ξίφος ἔχειν ἐλεφαντόκωπον · ξεστοὺς δὲ δύʼ ἐν χέρεσσʼ ἄκοντας Column 38 κηὔτυκτον κυνέαν Λάκαι- ναν κρατὸς πέρι πυρσοχαίτου· στέρνοις τε πορφύρ εο ν χιτῶνʼ ἄμφι, καὶ οὔλιον Θεσσαλὰν χλαμύδʼ· ὀμμάτων δὲ στίλβειν ἄπο Λαμνίαν φοίνισσαν φλόγα· παῖδα δʼ ἔμμεν πρώθηβον, ἀρηΐων δʼ ἀθυρμάτων μεμνᾶσθαι πολέμου τε καὶ χαλκεοκτύπου μάχας·