ἰδὼν τέρας πέτασε χεῖρας κλυτὰν ἐς αἰθέρα μενεπτόλεμος ἥρως, εἶρέν τε· Θησεῦ, σὺ τάδε μὲν βλέπεις σαφῆ Διὸς δῶρα· σὺ δʼ ὄρνυʼ ἐς βα- ρύβρομον πέλαγος· Κρονίδας Column 35 δέ τοι πατὴρ ἄναξ τελεῖ Ποσειδὰν ὑπέρτατον κλέος χθόνα κατʼ ἠΰδενδρον. ὣς εἶπε· τῷ δʼ οὐ πάλιν θυμὸς ἀνεκάμπτετʼ, ἀλλʼ εὐ- πάκτων ἐπʼ ἰκρίων σταθεὶς ὄρουσε, πόντιόν τέ νιν δέξατο θελημὸν ἄλσος. τά[φ]εν δὲ Διὸς υἱὸς ἔνδοθεν κέαρ, κέλευσέ τε κατʼ οὖ- ρον ἴσχεν εὐδαίδαλον νᾶα· μοῖρα δʼ ἑτέραν ἐπόρσυνʼ ὁδόν. ἵετο δʼ ὠκύπομπον δόρυ· σόει νιν βορεὰς ἐξόπιν πνέουσʼ ἀήτα· τρέσσαν δʼ Ἀθαναίων ἠϊθ έω ν πᾶν γένος, ἐπεὶ ἥρως θόρεν πόντονδε, κα- τὰ λειρίων τʼ ὀμμάτων δά- κρυ χ έο ν, βαρεῖαν ἐπιδέγμενοι ἀνάγκαν· φέρον δὲ δελφῖνες ἁλι- ναιέται μέγαν θοῶς Θησέα πατρὸς ἱππί- ου δόμον, μέγαρόν τε θεῶν μόλεν· τόθι κλυτὰς ἰδὼν