μʼ ἀμβρότου ἐραννὸν Ἀοῦς ἰδεῖν φάος, ἐπεί τινʼ ἠϊθ έω ν σὺ δαμάσειας ἀέκον- τα· πρόσθε χειρῶν βίαν δείξομεν· τὰ δʼ ἐπιόντα δαίμων κρινεῖ. τόσʼ εἶ]πεν ἀρέταιχμος ἥρως· τάφον δὲ ναυβάται φωτὸς] ὑπεράφανον θάρσος· Ἁλίου τε γαμβρῷ χολώ[σατʼ ἦτορ, ὕφαινέ τε ποταινίαν μῆτιν, εἶπέν τε· μεγαλοσθενὲς Ζεῦ πάτερ, ἄκουσον· εἴπερ μ[ε κούρ]α Φοίνισσα λευκώλενος σοὶ τέκε, νῦν πρόπεμπʼ ἀπʼ οὐρανοῦ θ[οὰν πυριέθειραν ἀστραπὰν σᾶμʼ ἀρίγνωτον· εἰ δὲ καὶ σὲ Τροιζηνία σεισίχθονι φύτευσεν Αἴθρα Ποσει- δᾶνι, τόνδε χρύσεον χειρὸς ἀγλαὸν ἔνεγκε κόσμον ἐκ βαθείας ἁλός, δικὼν θράσει σῶμα πατρὸς ἐς δόμους. εἴσεαι δʼ αἴ κʼ ἐμᾶς κλύῃ Κρόνιος εὐχᾶς ἀναξιβρόντας ὁ πάντων μεδ έω ν. κλύε δʼ ἄμετρον εὐχὰν μεγασθενὴς Ζεύς, ὑπέροχόν τε Μίνωϊ φύτευσε τιμὰν φίλῳ θέλων παιδὶ πανδερκέα θέμεν, ἄστραψέ θʼ· ὁ δὲ θυμάρμενον