ἄτερθʼ ἐράτυεν, θίγεν δὲ λευκᾶν παρηΐδων· βόασέ τʼ Ἐρίβοια χαλκο- θώρακα Πανδίονος ἔκγονον· ἴδεν δὲ Θησεύς, μέλαν δʼ ὑπʼ ὀφρύων δίνασεν ὄμμα, καρδίαν τέ ϝοι σχέτλιον ἄμυξεν ἄλγος, εἶρέν τε· Διὸς υἱὲ φερτάτου, ὅσιον οὐκέτι τεᾶν ἔσω κυβερνᾷς φρενῶν θυμόν· ἴσχε μεγαλοῦχον ἥρως βίαν. ὅ τι μὲν ἐκ θεῶν μοῖρα παγκρατὴς ἄμμι κατένευσε καὶ Δίκας ῥέπει τά- λαντον, πεπρωμέναν αἶσαν ἐκπλήσομεν, ὅταν ἔλθῃ· σὺ δὲ βαρεῖαν κάτε- χε μῆτιν. εἰ καί σε κεδνὰ τέκεν λέχει Διὸς ὑπὸ κρόταφον Ἴδας μιγεῖσα Φοίνικος ἐρα- τώνυμος κόρα βροτῶν φέρτατον, ἀλλὰ κἀμὲ Πιτθέος θυγάτηρ ἀφνεοῦ πλαθεῖσα ποντίῳ τέκεν Ποσειδᾶνι, χρύσεον τέ ϝοι δόσαν ἰόπλοκοι κάλυμμα Νηρηΐδες. τῶ σε, πολέμαρχε Κνωσίων, κέλομαι πολύστονον ἐρύκεν ὕβριν· οὐ γὰρ ἂν θελοι-