ἔδεισʼ ὀλβίοιο Νη- ρέος κόρας· ἀπὸ γὰρ ἀγλα- ῶν λάμπε γυίων σέλας ὧτε πυρός, ἀμφὶ χαίταις δὲ χρυσεόπλοκοι δίνηντο ταινίαι· χορῷ δʼ ἔτερ- πον κέαρ ὑγροῖσι ποσσίν· σεμνάν τε πατρὸς ἄλοχον φίλαν ἴδε βοῶπιν ἐρατοῖ- σιν Ἀμφιτρίταν δόμοις· ἅ νιν ἀμφέβαλεν αἰόλαν πορφύραν, κόμαισί τʼ ἐπέθηκεν οὔλαις Column 36 ἀμεμφέα πλόκον, τόν ποτέ ϝοι ἐν γάμῳ δῶκε δόλιος Ἀφροδίτα ῥόδοις ἐρεμνόν. ἄπιστον ὅ τι δαίμονες θ έω σιν οὐδὲν φρενοάραις βροτοῖς· νᾶα παρὰ λεπτόπρυμνον φάνη· φεῦ, οἵαισιν ἐν φροντίσι Κνώσιον ἔσχασεν στραταγέταν, ἐπεὶ μόλʼ ἀδίαντος ἐξ ἁλὸς θαῦμα πάντεσσι, λάμ- πε δʼ ἀμφὶ γυίοις θεῶν δῶρʼ, ἀγλαό- θρονοί τε κοῦραι σὺν εὐ- θυμία νεοκτίτῳ ὠλόλυξαν, ἔ- κλαγεν δὲ πόντος· ἠΐθ εο ι δʼ ἐγγύθεν νέοι παιάνιξαν ἐρατᾷ ϝοπί. Δάλιε, χοροῖσι Κηΐων φρένα ἰανθεὶς