ἔνθʼ ἀπὸ λαΐδος εὐρυνεφεῖ Κηναίῳ Ζηνὶ θύεν βαρυαχέας ἐννέα ταύρους δύο τʼ ὀρσιάλῳ δαμασίχθονι μέλ- λε κόρᾳ τʼ ὀβριμοδερκεῖ ἄζυγα παρθένῳ Ἀθάνᾳ ὑψικέραν βοῦν. τότʼ ἄμαχος δαίμων Δαϊανείρᾳ πολύδακρυν ὕφανε μῆτιν ἐπίφρονʼ, ἐπεὶ πύθετʼ ἀγγελίαν ταλαπενθέα, Ἰόλαν ὅτι λευκώλενον Διὸς υἱὸς ἀταρβομάχας ἄλοχον λιπαρὸ[ν π]οτὶ δόμον πέμποι. ἆ δύσμορος, ἆ τάλαινʼ, οἷον ἐμήσατο· φθόνος εὐρυβίας νιν ἀπώλεσεν, δνόφεόν τε κάλυμμα τῶν ὕστερον ἐρχομένων, ὅτʼ ἐπὶ ῥοδόεντι Λυκόρμᾳ δέξατο Νέσσου πάρα δαιμόνιον τέρ[ας. Ode 17 Ηίθεοι [ἢ] Θησεύς Κυανόπρῳρα μὲν ναῦς μενέκτυπον Θησέα δὶς ἑπτά τʼ ἀγλαοὺς ἄγουσα κούρους Ἰαόνων Κρητικὸν τάμνε πέλαγος· τηλαυγέϊ γὰρ [ἐν] φάρεϊ βορήϊαι πίτνον αὖραι κλυτᾶς ἕκατι π[ο]λεμαίγιδος Ἀθάνας· Column 33 κνίσεν τε Μίνωϊ κέαρ ἱμεράμπυκος θεᾶς Κύπριδος αἰνὰ δῶρα· χεῖρα δʼ οὐκέτι παρθενικᾶς