ὦ Τρῶες ἀρηΐφιλοι, Ζεὺς ὑψιμέδων, ὃς ἅπαντα δέρκεται, οὐκ αἴτιος θνατοῖς μεγάλων ἀχέων, ἀλλʼ ἐν μέσῳ κεῖται κιχεῖν πᾶσιν ἀνθρώποις Δίκαν ἰθεῖαν, ἁγνᾶς Εὐνομίας ἀκόλουθον καὶ πινυτᾶς Θέμιτος· ὀλβίων παῖδές νιν αἱρεῦνται σύνοικον. ἁ δʼ αἰόλοις κέρδεσσι καὶ ἀφροσύναις ἐξαισίοις θάλλουσʼ ἀθαμβὴς Ὕβρις, ἃ πλ[οῦτον] δύναμίν τε θοῶς ἀλλότριον ὤπασεν, αὖτις δʼ ἐς βαθὺν πέμπει φθόρον, κείνα καὶ ὑπερφιάλους Γᾶς παῖδας ὤλεσσεν Γίγαντας. Ode 16 [Ἡρακλῆς] Πυθ]ίου [ἔπʼ εἶμʼ], ἐπεὶ ὁλκ]άδʼ ἔπεμψεν ἐμοὶ χρυσέαν Πιερ]ίαθε[ν ἐΰθ]ρονος Οὐρανία, πολυφ]άτων γέμουσαν ὕμνων !!!!!]ν̣ εἴτʼ ἄρʼ ἐπʼ ἀνθεμόεντι Ἕβρῳ !!!!! ἀ]γάλλεται ἢ δολιχαύχενι κύκνῳ, ὀπὶ ἁ]δεΐᾳ φρένα τερπόμενος, !!!!!!]δʼ ἵκῃ παιηόνων Column 32 ἄνθεα πεδοιχνεῖν, Πύθιʼ Ἄπολλον, τόσα χοροὶ Δελφῶν σὸν κελάδησαν παρʼ ἀγακλέα ναόν. πρίν γε κλέομεν λιπεῖν Οἰχαλίαν πυρὶ δαπτομέναν Ἀμφιτρυωνιάδαν θρασυμηδέα φῶ- θʼ, ἵκετο δʼ ἀμφικύμονʼ ἀκτάν·