ὕμνει, γλυκύδωρε Κλειοῖ, θοάς τʼ Ὀ- λυμπιοδρόμους Ἱέρωνος ἵππους. σεύον]το γὰρ σὺν ὑπερόχῳ τε Νίκᾳ σὺν Ἀγ]λαΐᾳ τε παρʼ εὐρυδίναν Ἀλφ εό ν, τόθι Δ]εινομέν εο ς ἔθηκαν ὄλβιον [γόνον στεφάνω]ν κυρῆσαι. θρόησε δὲ λ[αὸς ἀπείρων· ἆ τρισευδαίμ[ων ἀνήρ, Column 3 ὃ παρὰ Ζηνὸς λαχὼν πλείσταρχον Ἑλλάνων γέρας οἶδε πυργωθέντα πλοῦτον μὴ μελαμ- φαρέϊ κρύπτειν σκότῳ. βρύει μὲν ἱερὰ βουθύτοις ἑορταῖς, βρύουσι φιλοξενίας ἀγυιαί· λάμπει δʼ ὑπὸ μαρμαρυγαῖς ὁ χρυσὸς ὑψιδαιδάλτων τριπόδων σταθέντων πάροιθε ναοῦ, τόθι μέγιστον ἄλσος Φοίβου παρὰ Κασταλίας ῥεέθροις Δελφοὶ διέπουσι. θεόν, θεόν τις ἀγλαϊζέτ ω, ὁ γὰρ ἄριστος ὄλβων. ἐπεί ποτε καὶ δαμασίππου Λυδίας ἀρχαγέταν, εὖτε τὰν πεπ[ρωμέναν Ζηνὸς τελε[ιοῦσαι κρίσιν Σάρδιες Περσᾶ[ν ἐπορθεῦντο στρ]ατῷ, Κροῖσον ὁ χρυσά[ορος φύλαξʼ Ἀπόλλων. [ὁ δʼ ἐς ἄ]ελπτον ἆμαρ μολὼν πολυδ[άκρυον] οὐκ ἔμελλε μίμνειν ἔτι δ[ουλοσύ]ναν· πυρὰν δὲ χαλκοτειχέος π[ροπάροι]θεν αὐ[λᾶς