εὖ μὲν εἱμάρθαι παρὰ δαί[μονος ἀν- θρώποις ἄριστον· συμφορὰ δʼ ἐσθλόν τʼ ἀμαλδύ- νει βαρύτλατος μολοῦσα· κἀγατ]ὸν ἰδʼ ὑψιφανῆ τε[ύ- χει κ]ατορθωθεῖσα· τιμὰν δʼ ἄλ]λος ἀλλοίαν ἔχει· μυρί]αι δʼ ἀνδρῶν ἀρεταί, μία δʼ ἐ[κ πασᾶ]ν πρόκειται, ὃς τὸ] πὰρ χειρὸς κυβερνᾶ- ται δι]καίαισι φρένεσσιν. οὔτʼ ἐ]ν βαρυπενθέσιν ἁρμό- ζει μ]άχαις φόρμιγγος ὀμφὰ καὶ λι]γυκλαγγεῖς χοροί, οὔτʼ ἐ]ν θαλίαις καναχὰ χαλκ]όκτυπος· ἀλλʼ ἐφʼ ἑκάστῳ καιρὸς] ἀνδρῶν ἔργματι κάλ- λιστος· εὖ ἔρδοντα δὲ καὶ θεὸς ὀ[ρθοῖ. Κλεοπτολέμῳ δὲ χάριν νῦν χρὴ Ποσειδᾶνός τε Πετραί- ου τέμενος κελαδῆσαι, Πυρρίχου τʼ εὔδοξον ἱππόν[ικον υἱόν, ὃς φιλοξείνου τε καὶ ὀρθοδ[ίκου The rest of the text is lost. Ode 14b Ἀριστοτελει Λαρισαίῳ Ἵπποις !!] γ̣ι̣α Ἐστία χρυσόθρονʼ, εὐ- δόξων Ἀγαθοκλεαδᾶν ἅτʼ ἀφνε![ῶν ἀνδρων μέγαν ὄλβον ἀέξεις ἡμένα μέσαις ἀγυιαῖς Πηνειὸν ἀμφʼ εὐώδεα Θεσσαλία[ς μηλοτρόφου ἐν γυάλοις· κεῖθεν καὶ Ἀριστοτέλης Κίρ-