φελ έα Μενάνδρου, τὰν ἐπʼ Ἀλφειοῦ τε ῥοαῖς θαμὰ δὴ τίμασεν ἁ χρυσάρματος σεμνὰ μεγάθυμος Ἀθάνα, μυρίων τʼ ἤδη μίτραισιν ἀνέρων ἐστεφάνωσεν ἐθείρας ἐν πανελλάνων ἀέθλοις. εἰ μή τινα θερσιεπὴς φθόνος βιᾶται, αἰνείτω σοφὸν ἄνδρα σὺν δίκᾳ. βροτῶν δὲ μῶμος πάντεσσι μέν ἐστιν ἐπʼ ἔργοις· ἁ δʼ ἀλαθεία φιλεῖ νικᾶν, ὅ τε πανδαμάτωρ χρόνος τὸ καλῶς ἐ]ργμένον αἰὲν ἀ[έξει· δυσμενέων δὲ μα[ταία γλῶσσʼ ἀϊδ]ὴς μιν[ύθει The last v. of str. 7, and the first nine of ant. 7 are lost. Column 29 ἐλπίδι θυμὸν ἰαίνει· τᾷ καὶ ἐγὼ πίσυνο[ς φοινικοκραδέμνοισ[ι Μούσαις ὕμνων τινὰ τάνδε ν[εόπλοκον δόσιν φαίνω, ξενίαν τε [φιλά- γλαον γεραίρω, τὰν ἐμοὶ Λάμπων [παρέχων χάριν οὐ βληχρὰν ἐπαθρήσαις τ[ίει, τὰν εἴ γʼ ἐτύμως ἄρα Κλειὼ πανθαλὴς ἐμαῖς ἐνέσταξ[εν φρασίν, τερψιεπεῖς νιν ἀοιδαὶ παντὶ καρύξοντι λαῷ.