νυκτὸς ἀντάσας, ἀνατ[ελλομένᾳ λῆξεν δὲ σὺν φ αε σιμβρότῳ ἀοῖ, στόρεσεν δέ τε πόντον οὐρία· νότου δὲ κόλπ[ωσαν πνοᾷ ἱστίον, ἁρπαλέως τʼ ἄ- ελπτον ἐξίκοντο χέρσον· ὣς Τρῶες, ἐπεὶ κλύον αἰ- χματὰν Ἀχιλλ έα μίμνοντʼ ἐν κλισίῃσιν εἵνεκεν ξανθᾶς γυναικός, Βρισηΐδος ἱμερογυίου, θ εο ῖσιν ἄντειναν χέρας, φοιβὰν ἐσιδόντες ὑπαὶ χειμῶνος αἴγλαν· πασσυδίᾳ δὲ λιπόντες τείχεα Λαομέδοντος ἐς πεδίον κρατερὰν ἄϊξαν ὑσμίναν φέροντες· ὦρσάν τε φόβον Δαναοῖς· ὤτρυνε δʼ Ἄρης εὐεγχής, Λυκίων τε Λοξίας ἄναξ Ἀπόλλων· ἷξόν τʼ ἐπὶ θῖνα θαλάσσας· Column 27 ναυσὶ δʼ εὐπύμνοις παραὶ μάρναντʼ, ἐναριζομένων δʼ ἔρ]ευθε φώτων αἵμα]τι γαῖα μέλαινα Ἑκτορ]έας ὑπὸ χειρός, πῆμα μ]έγʼ ἡμιθέοις !!!!!] ἰσοθ έω ν διʼ ὁρμάν.