οὐκ εἶδέ νιν ἀέλιος κείνῳ γε σὺν ἄματι πρὸς γαίᾳ πεσόντα. φάσω δὲ καὶ ἐν ζαθέοις ἁγνοῦ Πέλοπος δαπέδοις Ἀλφ εὸ ν παρὰ καλλιρόαν, δίκας κέλευθον εἰ μή τις ἀπέτραπεν ὀρθᾶς, παγξένῳ χαίταν ἐλαίᾳ γλαυκᾷ στεφανωσάμενον πορτιτρόφ[ον ἂν πεδίον πάτ]ραν θʼ ἱκέσθαι. [οὔ τι δόλος κακόφρων] Column 20 παῖδʼ ἐν χθονὶ καλλιχόρῳ ποικίλαις τέχναις πέλασσεν· ἀλλʼ ἢ θεὸς αἴτιος, ἢ γνῶμαι πολύπλαγκτοι βροτῶν ἄ]μερσαν ὑπέρτατον ἐκ χειρῶν γέρας. νῦν δʼ Ἄρτεμις ἀγροτέρα χρυσαλάκατος λιπαρὰν ἡμέ]ρα τοξόκλυτος νίκαν ἔδωκε. τᾷ ποτʼ Ἀβαντιάδας βωμὸν κατένασσε πολύλ- λιστον εὔπεπλοί τε κοῦραι· τὰς ἐξ ἐρατῶν ἐφόβησεν παγκρατὴς Ἥρα μελάθρων Προίτου, παραπλῆγι φρένας καρτερᾷ ζεύξασʼ ἀνάγκᾳ· παρθενίᾳ γὰρ ἔτι ψυχᾷ κίον ἐς τέμενος πορφυροζώνοιο θεᾶς· φάσκον δὲ πολὺ σφέτερον πλούτῳ προφέρειν πατέρα ξανθᾶς παρέδρου