πενίας τʼ ἀμαχάνου. ἶσον ὅ τʼ ἀφνεὸς ἱ- μείρει μεγάλων ὅ τε μείων Column 2 παυροτέρων· τὸ δὲ πάν- των εὐμαρεῖν οὐδὲν γλυκὺ θνατοῖσιν, ἀλλʼ αἰεὶ τὰ φεύ- γοντα δίζηνται κιχεῖν. ὅντινα κουφόταται θυμὸν δονέουσι μέριμναι, ὅσσον ἂν ζώῃ λάχε τόνδε χρόνον τι- μάν· ἀρετὰ δʼ ἐπίμοχθος μέν, τε]λευταθεῖσα δʼ ὀρθῶς ἀνδρὶ κ]αὶ εὖτε θάνῃ λεί- πει πο]λυζήλωτον εὐκλείας ἄγαλμα. Ode 2 Τῷ Αὐτῷ ἄ[ϊξεν ἁ] σεμνοδότειρα Φήμα ἐς Κέον ἱεράν, χαριτώ- νυμον φέρουσʼ ἀγγελίαν, ὅτι μ[άχ]ας θρασύχειρος Ἀρ- γεῖος ἄρατο νίκαν· καλῶν δʼ ἀνέμνασεν, ὅσʼ ἐν κλεεννῷ αὐχένι ϝισθμοῦ ζαθέαν λιπόντες Εὐξαντίδα νᾶ- σον ἐπεδείξαμεν ἑβδομή- κοντα σὺν στεφάνοισιν. καλεῖ δὲ Μοῦσʼ αὐθιγενὴς γλυκεῖαν αὐλῶν καναχάν, γεραίρουσʼ ἐπινικίοις Πανθείδα φίλον υἱόν. Ode 3 Ἱέρωνι Συρακοσίῳ Ἵπποις Ὀλύμπια. ἀριστοκάρπου Σικελίας κρέουσαν Δάματρα ϝιοστέφανόν τε κούραν