ἔπλε[το καρτε]ρόχειρ Ἀργεῖος [˘ ¯ ˘] λέοντος θυμὸ[ν ἔχων], ὁπότε χρεῖ[ός τι συμ]βολοῖ μάχας, ποσσί[ν τʼ ἐλα]φρό[ς, π]ατρίων τʼ οὐκ [ἀπόκλαρος κ]αλῶν, τόσα Παν[θείδᾳ κλυτό]το- ξος Ἀπό[λλων ὤπασε]ν, ἀμφί τʼ ἰατορίᾳ ξείνων τε φιλάνορι τιμᾷ· εὖ δὲ λαχὼν Χαρίτων πολλοῖς τε θαυμασθεὶς βροτᾶν αἰῶνʼ ἔλυσεν, πέντε παῖ- δας μεγαινήτους λιπών. τῶν ἕνα ϝοι Κρονίδας ὑψίζυγος Ἰσθμιόνικον θῆκεν ἀντʼ εὐεργεσιᾶν, λιπαρῶν τʼ ἄλ- λων στεφάνων ἐπίμοιρον. φαμὶ καὶ φάσω μέγιστον κῦδος ἔχειν ἀρετάν, πλοῦ- τος δὲ καὶ δειλοῖσιν ἀνθρώπων ὁμιλεῖ, ἐθέλει δʼ αὔξειν φρένας ἀν- δρός· ὁ δʼ εὖ ἔρδων θεοὺς ἐλπίδι κυδροτέρᾳ σαίνει κέαρ· εἰ δʼ ὑγιείας θνατὸς ἐὼν ἔλαχεν, ζώειν τʼ ἀπʼ οἰκείων ἔχει, πρώτοις ἐρίζει· παντί τοι τέρψις ἀνθρώπων βίῳ ἕπεται νόσφιν γε νόσων