Ὅτι κατὰ τὸν πορθμὸν τὸν μεταξὺ Ἀσίας καὶ Λέσβου νησίδιά εἰσι μ΄, καλοῦνται δὲ συνθέτως Ἑκατόννησοι, ὡς Πελοπόννησος καὶ Μυόννησος καὶ Προκόννησος καὶ Ἁλόννησος, τὸν ν δισσὸν ἔχουσαι κατὰ συνήθειαν. Ὅτι Ἑκατόννησοι καλοῦνται, οἷον Ἀπολλῶννησοι· Ἕκατος γὰρ ὁ Ἀπόλλων. Ὅτι πρὸ τῆς Λέσβου ἐστὶ καὶ ἡ Πορδοσελήνη, πόλιν ἔχουσα ὁμώνυμον· διὰ δὲ τὸ δύσφημον τοῦ ὀνόματος Ποροσελήνην τινὲς αὐτὴν καλοῦσι, τὸ δὲ περὶ Πέργαμον Ἀσπόρδηνον ὄρος Ἀσπόρηνον, καὶ τὸ ἐν αὐτ τῷ ἱερὸν μητρὸς τῶν θεῶν Ἀσπορηνῆς. Τί οὖν φήσομεν ἐπὶ τοῦ σαπέρδου καὶ πορδάλιος καὶ περδίκκα καὶ « σὺν πορδακοῖσιν » ἀντὶ τοῦ διαβρόχοις; Ὅτι ἐν Καταλόγῳ Ὅμηρος εἰκότως Λελέγων καὶ Κιλίκων καὶ Καυκώνων οὐκ ἐμνημόνευσε· διεφθάρησαν γὰρ ἤδη ὑπὸ Ἀχιλλέως ὅ τε Ἠετίων καὶ Μύνης καὶ Ἐπίστροφος καὶ οἱ λαοὶ αὐτῶν. Ὅτι ὁ τῶν Πελασγῶν ἄρχων Ἱππόθοος Αάριταν εἶχε πατρίδα τὴν ἐν Κύμῃ τῆς Αἰολίδος κειμένην· οἱ δὲ Πελασγοὶ ὑπὸ Αἰολέων ἐφθάρησαν.